Pular para o conteúdo

Ἐρωτικός

Plutarch · Parte 17

[17] ΑΥΤΟΒΟΥΛΟΣ. “σκόπει τοίνυν αὖθις” ἔφη “τοῖς ἀρηίοις ἔργοις ὅσον Ἔρως περίεστιν, οὐκ ἀργὸς ὤν, ὡς Εὐριπίδης[243] ἔλεγεν, οὐδʼ ἀστράτευτος οὐδʼ “ἐν μαλακαῖσιν ἐννυχεύων[244] παρειαῖς νεανίδων.” ἀνὴρ γὰρ ὑποπλησθεὶς Ἔρωτος οὐδὲν Ἄρεος δεῖται μαχόμενος πολεμίοις, ἀλλὰ τὸν αὑτοῦ θεὸν ἔχων συνόντα

πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος[245]
περᾶν ἕτοιμος