Pular para o conteúdo

Ἐρωτικός

Plutarch · Parte 16

[16] ΑΥΤΟΒΟΥΛΟΣ. κἀκεῖνος “οὕτως” ἔφη “νὴ Δία παντὸς μᾶλλον· ἄτοπον γὰρ ἀμέλει τοὐναντίον” “ἐκεῖνο δʼ” ὁ πατήρ “οὐκ ἄτοπον” εἶπεν “εἰ τέσσαρα γένη τῆς φιλίας [758d] ἐχούσης, ὥσπερ οἱ παλαιοὶ διώρισαν, τὸ φυσικὸν πρῶτον εἶτα τὸ συγγενικὸν[197] ἐπὶ τούτῳ καὶ τρίτον τὸ ἑταιρικὸν καὶ τελευταῖον τὸ ἐρωτικόν, ἔχει τούτων ἕκαστον ἐπιστάτην θεὸν ἢ φίλιον ἢ ξένιον ἢ ὁμόγνιον καὶ πατρῷον μόνον δὲ τὸ ἐρωτικὸν ὥσπερ δυσιεροῦν ἀνόσιον[198] καὶ ἀδέσποτον ἀφεῖται, καὶ ταῦτα πλείστης ἐπιμελείας καὶ κυβερνήσεως δεόμενον;” “ἔχει καὶ ταῦτα” ὁ Ζεύξιππος εἶπεν “οὐ μικρὰν ἀλογίαν[199].” “ἀλλὰ μήν” ὁ πατὴρ ἔφη “τά γε[200] τοῦ Πλάτωνος ἐπιλάβοιτʼ ἂν τοῦ λόγου καὶ παρεξιόντος.[201] [758e] μανία γὰρ ἡ μὲν ἀπὸ σώματος ἐπὶ ψυχὴν ἀνεσταλμένη δυσκρασίαις τισὶν ἢ[202] συμμίξεσιν ἢ πνεύματος βλαβεροῦ περιφερομένου τραχεῖα καὶ χαλεπὴ καὶ νοσώδης· ἑτέρα δʼ ἐστὶν οὐκ ἀθείαστος οὐδʼ οἰκογενής, ἀλλʼ ἔπηλυς ἐπίπνοια καὶ παρατροπὴ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀρχὴν[203] κρείττονος δυνάμεως ἀρχὴν ἔχουσα καὶ κίνησιν ἧς τὸ μὲν κοινὸν ἐνθουσιαστικὸν καλεῖται πάθος· ὡς γὰρ ἔμπνουν τὸ πνεύματος πληρωθὲν ἔμφρον δὲ τὸ φρονήσεως, οὕτως ὁ τοιοῦτος σάλος[204] ψυχῆς ἐνθουσιασμὸς ὠνόμασται μετοχῇ καὶ κοινωνίᾳ θειοτέρας δυνάμεως· ἐνθουσιασμοῦ δὲ τὸ μαντικὸν ἐξ Ἀπόλλωνος ἐπιπνοίας καὶ κατοχῆς, τὸ δὲ βακχεῖον ἐκ Διονύσου, [758f] “κἀπὶ Κυρβάντεσι χορεύσατε”[205] φησὶ Σοφοκλῆς τὰ γὰρ μητρῷα καὶ πανικὰ κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. “τρίτη[206] δʼ ἀπὸ Μουσῶν λαβοῦσʼ ἁπαλὴν καὶ ἄβατον ψυχὴν” τὸ ποιητικὸν καὶ μουσικὸν ἐξώρμησε καὶ ἀνερρίπισεν. ἡ δʼ ἀρειμάνιος[207] αὕτη[208] λεγομένη καὶ πολεμικὴ παντὶ δῆλον ὅτῳ[209] θεῶν[210] ἀνίεται καὶ βακχεύεται

ἄχορον[211] ἀκίθαριν δακρυογόνον Ἄρη
βοὰν τʼ ἔνδημον ἐξοπλίζουσα[212].