Pular para o conteúdo

Περὶ τῆς Ἡροδότου κακοηθείας

Plutarch · Parte 872

μέσσοι δʼ οἳ τʼ Ἔφυραν πολυπίδακα ναιετάοντες,
παντοίης ἀρετῆς ἴδριες ἐν πολέμῳ,
οἵ τε πόλιν Γλαύκοιο, Κορίνθιον ἄστυ, νέμοντες, [872e]
οἵ […] κάλλιστον μάρτυν ἔθεντο πόνων
χρυσοῦ τιμήεντος ἐν αἰθέρι καί σφιν ἀέξει
αὐτῶν τʼ εὐρεῖαν κληδόνα καὶ πατέρων.

ταῦτα γὰρ οὐ χορὸν ἐν Κορίνθῳ διδάσκων οὐδʼ ᾆσμα ποιῶν εἰς τὴν πόλιν, ἄλλως δὲ τὰς πράξεις ἐκείνας, ἐλεγείᾳ γράφων, ἱστόρηκεν. ὁ δὲ προλαμβάνων τὸν ἔλεγχον τοῦ ψεύσματος τῶν ἐρησομένων [872f] “πόθεν οὖν πολυάνδρια καὶ θῆκαι τοσαῦται καὶ μνήματα νεκρῶν, ἐν οἷς ἐναγίζουσιν ἄχρι νῦν Πλαταιεῖς τῶν Ἑλλήνων συμπαρόντων” αἴσχιον, ὡς οἶμαι, τῆς προδοσίας τῶν γενεῶν κατηγόρηκεν ἐν τούτοις “τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, αἰσχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκʼ ἀνθρώπων” ταύτην τὴν ἀπεστὼ τῆς μάχης προδοσίαν οὖσαν Ἡρόδοτος ἀνθρώπων μόνος ἁπάντων ἢκουσε, Παυσανίαν δὲ καὶ Ἀριστείδην καὶ Λακεδαιμονίους [873a] καὶ Ἀθηναίους ἔλαθον οἱ Ἕλληνες ἐγκαταλιπόντες τὸν κίνδυνον καὶ οὔτʼ Αἰγινήτας Ἀθηναῖοι διαφόρους ὄντας εἶρξαν τῆς ἐπιγραφῆς, οὔτε Κορινθίους ἤλεγξαν, οὓς πρότερον νικῶντες φεύγειν ἀπὸ Σαλαμῖνος, ἀντιμαρτυρούσης αὐτοῖς τῆς Ἑλλάδος. καίτοι Κλεάδας ἦν ὁ Πλαταιεύς, ὃς ἔτεσι, δέκα ὔστερον τῶν Μηδικῶν Αἰγινήταις χαριζόμενος, ὥς φησιν Ἡρόδοτος, ἐπώνυμον ἔχωσεν αὐτῶν πολυάνδριον. Ἀθηναῖοι δὲ καὶ Λακεδαιμόνιοι τί παθόντες εὐθὺς τότε πρὸς μὲν ἀλλήλους ὀλίγον ἐδέησαν εἰς χεῖρας ἐλθεῖν περὶ τοῦ τροπαίου τῆς ἀναστάσεως [873b]· τοὺς δʼ Ἕλληνας ἀποδειλιάσαντας καὶ ἀποδράντας οὐκ ἀπήλαυνον τῶν ἀριστείων, ἀλλʼ ἐνέγραφον τοῖς τροπαίοις καὶ τοῖς κολοσσοῖς καὶ μετεδίδοσαν τῶν λαφύρων τέλος δὲ τῷ βωμῷ τοὐπίγραμμα τοῦτο γράφοντες ἐνεχάραξαν

τόνδε ποθʼ Ἕλληνες Νίκης κράτει, ἔργῳ Ἄρηος,
εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,
Πέρσας ἐξελάσαντες, ἐλευθέρᾳ Ἑλλάδι κοινὸν
ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου;