ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν [870f]
ταῖς αὐτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι.
Διοδώρου δέ τινος τῶν Κορινθίων τριηράρχων ἐν ἱερῷ Λητοῦς ἀναθήμασι κειμένοις καὶ τοῦτʼ ἐπιγέγραπται
ταῦτʼ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου
ὅπλʼ ἀνέθεν Λατοῖ, μνάματα ναυμαχίας.
αὐτός γε μὴν ὁ Ἀδείμαντος, πλεῖστα λοιδορούμενος Ἡρόδοτος διατελεῖ καὶ λέγων “μοῦνον ἀσπαίρειν τῶν στρατηγῶν, ὡς φευξόμενον ἀπʼ Ἀρτεμισίου καὶ· μὴ περιμενοῦντα” σκόπει τίνα δόξαν εἶχεν
οὗτος Ἀδειμάντου κείνου τάφος, ὃν δία πᾶσα
Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον.