Pular para o conteúdo

Περὶ τῆς Ἡροδότου κακοηθείας

Plutarch · Parte 34

[34] ἐν δὲ τῇ ὀγδόῃ τοὺς Ἕλληνάς φησι καταδειλιάσαντας ἀπὸ τοῦ Ἀρτεμισίου δρησμὸν βουλεύεσθαι ἔσω εἰς τὴν Ἑλλάδα, καὶ τῶν Εὐβοέων δεομένων ὀλίγον ἐπιμεῖναι χρόνον, ὅπως ὑπεκθοῖντο γενεὰς καὶ τὸ οἰκετικόν, ὀλιγωρεῖν, ἄχρι οὗ Θεμιστοκλῆς [867c] ἀργύριον λαβὼν Εὐρυβιάδῃ τε μετέδωκε καὶ Ἀδειμάντῳ τῷ Κορινθίων στρατηγῷ·, τότε δὲ μεῖναι καὶ διαναυμαχῆσαι πρὸς τοὺς βαρβάρους ὁ μὲν Πίνδαρος οὐκ ὢν συμμάχου πόλεως ἀλλὰ μηδίζειν αἰτίαν ἐχούσης, ὅμως τοῦ Ἀρτεμισίου μνησθεὶς ἐπιπεφώνηκεν

ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν
κρηπῖδʼ ἐλευθερίας