Pular para o texto

Περὶ φθόνου καὶ μίσους

Plutarch

rolo estático · Pedra Angular

Autor
Plutarch
Idioma
grc
Editora
Teubner
Fonte
Plutarch. Περὶ φθόνου καὶ μίσους. Ed. Grēgorios N. Vernardakēs. Leipzig: Teubner, 1891. Perseus Digital Library, Tufts University (CC BY-SA 4.0). URN: urn:cts:greekLit:tlg0007.tlg105.perseus-grc2
Identificador
plutarco-of-envy-and-hatred-grc-gr-gorios-n-vernardak-s-1891
Markdown
../livros/FILOSOFIA/Grego/Moralistas/Plutarco/Of_Envy_And_Hatred/Of_Envy_And_Hatred_grc_gr-gorios-n-vernardak-s_1891.md

Περὶ φθόνου καὶ μίσους

Plutarch

Leipzig: Teubner, 1891.

Perseus Digital Library, Tufts University (CC BY-SA 4.0).

URN: urn:cts:greekLit:tlg0007.tlg105.perseus-grc2


Texto

[1] [536e] mihi quoque initium libelli deesse videturοὕτω δὴ καὶ δοκεῖ μηθὲν τοῦ μίσους διαφέρειν ὁ φθόνος ἀλλʼ ὁ αὐτὸς εἶναι. καθόλου μὲν γὰρ ὥσπερ πολυάγκιστρονπολυάγκιστρον] substantivum ἡ κακία τοῖς ἐξηρτημένοις αὐτῆς πάθεσι κινουμένη δεῦρο κἀκεῖσε πολλὰς πρὸς [5] ἄλληλα συναφὰς καὶ περιπλοκὰς ἐνδίδωσι ταῦτα δʼ [536f] ὥσπερ νοσήματα συμπαθεῖ ταῖς ἀλλήλων φλεγμοναῖς. ὁ γὰρ εὐτυχῶν ὁμοίως καὶ τὸν μισοῦντα λυπεῖ καὶ τὸν φθονοῦντα. διὸ καὶ τὴν εὔνοιαν ἀμφοτέροις νομίζομεν ἀντικεῖσθαι, βούλησιν οὖσαν ἀγαθῶν [10] τοῖς πλησίον· καὶ τῷ μισεῖν τὸ φθονεῖν ταὐτὸνταὐτὸν *: ταὐτὸ εἶναι, ὅτι τὴν ἐναντίαν τῷ φιλεῖν ἔχει προαίρεσιν. ἐπεὶ δʼ οὐχ οὕτω ταὐτὸν αἱ ὁμοιότητες ὡς ἕτερον αἱ διαφοραὶ ποιοῦσι, κατὰ ταύτας ζητοῦμενκατὰ ταύτας ζητοῦμεν (aut ζητῶμεν) - μεταδιώξωμεν] corrupta. κατὰ ταύτας τὰ ζητούμενα μεταδιώξωμεν Madvigius ἑὰν μεταδιώξωμεν, ἀπὸ τῆς γενέσεως ἀρξάμενοι τῶν παθῶν. [15]

[2] γεννᾶται τοίνυν τὸ μῖσος ἐκ φαντασίας τοῦ [537a] ὅτι πονηρὸς ἢ κοινῶς ἢ πρὸς αὐτόν ἐστιν ὁ μισούμενος· καὶ γὰργὰρ] γὰρ οἱ R ἀδικεῖσθαι δόξαντες αὐτοὶαὐτοί τε R πεφύκασι μισεῖν, καὶ τοὺς ἄλλως ἀδικητικοὺς ἢ πονηροὺς προβάλλονται καὶ δυσχεραίνουσι φθονοῦσι δʼ ἁπλῶς [20] τοῖς εὖ πράττειν δοκοῦσιν. ὅθεν ἔοικεν ὁ μὲνμὲν] om. codd. mei φθόνος ἀόριστος εἶναι, καθάπερ ὀφθαλμία πρὸς ἅπαν τὸ [537b] λαμπρὸν ἐκταρασσόμενος· τὸ δὲ μῖσος ὥρισται καθʼ ὑποκειμένων ἀεί τινων ἀπερειδόμενον πρὸς αὐτόν. πρὸς αὐτόν] προσαντῶν R

[3] δεύτερον δὲ τὸ μισεῖν γίγνεται καὶ πρὸς ἄλογα [5] ζῷα· καὶ γὰρ γαλᾶς καὶ κανθαρίδας ἔνιοι μισοῦσι καὶ φρύνους καὶ ὄφεις· Γερμανικὸς δʼ ἀλεκτρυόνος οὔτε φωνὴν οὔτʼ ὄψιν ὑπέμενενὑπέμενεν *: ὑπέμεινεν οἱ δὲ Περσῶν μάγοι τοὺς μῦς ἀπεκτίννυσαν, ὡς αὐτοί τε μισοῦντες καὶ τοῦ θεοῦ δυσχεραίνοντος τὸ ζῷον· ὁμοῦ τιτι R: τε γὰρ [10] πάντες Ἄραβες καὶ Αἰθίοπες μυσάττονται. τὸ μέντοι φθονεῖν πρὸς; μόνον ἄνθρωπον ἀνθρώπῳ γίγνεται.

[4] κἂνκἀν *: κἂν τοῖς θηρίοις δὲ φθόνον μὲν οὐκ εἰκὸς ἐγγίνεσθαι πρὸς ἄλληλα· τοῦ γὰρ εὖ πράττειν ἢ κακῶς ἕτερον φαντασίαν οὐ λαμβάνουσιν, οὐδʼ ἅπτεται [15] τὸ ἔνδοξον ἢ ἄδοξον αὐτῶν, οἷς ὁ φθόνος ἐκτραχύνεται μάλιστα. μισοῦσι δʼ ἄλληλα καὶ ἀπεχθάνονται καὶ πολεμοῦσιν ὥσπερ ἀσπείστουςἀσπείστους R: ἀπίστους τινὰς πολέμουςπολέμους Emperius: πολεμοῦσι δʼ ἀετοὶ καὶ δράκοντες, κορῶναι καὶ γλαῦκες, [537c] αἰγιθαλλοὶ καὶ ἀκανθυλλίδες· ὥστε τούτων γέ φασι [20] μηδὲ τὸ αἷμα κίρνασθαι σφαττομένων, ἀλλὰ κἂν μίξῃς, ἰδίᾳ πάλιν ἀπορρεῖνἀπορρεῖν W: ἀπορρεῖ διακρινόμενον. εἰκότως; δʼ ἔχειδ’ ἔχει Emperius: δὲ καὶ τῷ λέοντι πρὸς τὸν ἀλεκτρυόνα καὶ τῷ ἐλέφαντι πρὸς τὴν ὗν μῖσος ἰσχυρὸν γεγεννηκέναιἐγεγεννηκεναι R τὸν φόβον· ὃ γὰρ δεδίασι, καὶ μισεῖν πεφύκασιν ὥστε [25] καὶ ταύτῃ φαίνεσθαι διαφέροντα τοῦ μίσους τὸν φθόνον, τὸ μὲν δεχομένης τῆς τῶν θηρίων φύσεως τὸν δὲ μὴ δεχομένης.

[5] ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίγνεται δικαίως· οὐδεὶς γὰρ ἀδικεῖ τῷ εὐτυχεῖν, ἐπὶ [5] τούτῳ δὲ φθονοῦνται μισοῦνται δὲ πολλοὶ δικαίως, [537d] ὡς οὓςὡς οὓς] οὓς R. ὥστε καὶ ἄλλους W. ὥστʼ Emperius et deinde οἳ ἂν pro ἂν ἀξιομισήτους καλοῦμεν,καλοῦμεν] add. καὶ τοῖς αὐτῶν γνωρίμοις δυσχεραίνομεν R ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται καὶ δυσχεραίνωσι. μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι φθονεῖν δʼ οὐδενὶ λέγουσι. καὶ γὰρ [10] ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί· καὶ τὸν ἀδελφιδοῦν τοῦ Λυκούργου Χάριλλον, βασιλεύοντα τῆς Σπάρτης ἐπιεικῆ δʼ ὄντα καὶ πρᾶον ἐπαινούντων τινῶν, ὁ συνάρχων καὶ πῶς ἔφη χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι; καὶ [15] τοῦ Θερσίτου ὁ ποιητὴς τὴν μὲν τοῦ σώματος κακίαν πολυμερῶς καὶ περιωδευμένως ἐξεμόρφησε, τὴν [537e] δὲ τοῦ ἤθους μοχθηρίαν συντομώτατα καὶ διʼ ἑνὸςδι’ ἑνος] δι’ ἑνὸς ἔπους? sed simile exemplum inveni in Schol. Soph. ad Aiac vs. 125: ὁ δὲ Ὁμηρος δι’ ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν. cf. Schol. ad Antig. vs. 107 ἔφρασεν, ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ ὈδυσῆιHom. B 220 [20] ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι. καὶκαὶ] del. W φθονεῖν δʼ ἀρνοῦνται κἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὁ τι ἂν τύχωσιν ἄλλο τῷ φθόνῳ τοῦτοῦ] del. Duebnerus πάθους ὄνομα περιβάλλοντες καὶ καλύπτοντες, ὡς μόνον τοῦτο τῶντῶν τῆς Duebnerus ψυχῆς νοσημάτων ἀπόρρητον.

[6] ἀνάγκηἀνάγκῃ S τοίνυν τὰ πάθη ταῦταταῦτα] ταῦτ’ οὐ R. fort. ἀνάγκη - ταῦτα τοῖς αὐτοῖς - αὔξεσθαι· καὶ γὰρ καὶ ἐπιγίγνεσθαι πέφυκεν ἀλλήλοις τοῖς αὐτοῖς ὥσπερ τὰ φυτὰ καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ ἐπιγίγνεσθαι [5] πέφυκεν ἀλλήλοις. μισοῦμένμισοῦσι μέντοι? γε μᾶλλον [537f] τοὺς μᾶλλον εἰς πονηρίαν ἐπιδιδόντας, φθονοῦσι δὲ μᾶλλον τοὺς μᾶλλον ἐπʼ ἀρετῇ προϊέναι δοκοῦσι. διὸ καὶ Θεμιστοκλῆς ἔτι μειράκιον ὢν οὐδὲν ἔφη πράττειν λαμπρόν· οὔπω γὰρ φθονεῖσθαι. καθάπερ γὰρ [10] αἱ κανθαρίδες ἐμφύονται μάλιστα τῷ ἀκμάζοντι σίτῳ καὶ τοῖς εὐθαλέσι ῥόδοις, οὕτως ὁ φθόνος ἅπτεται μάλιστα τῶν χρηστῶν καὶ αὐξομένων πρὸς ἀρετὴν καὶ δόξαν ἠθῶν καὶ προσώπων.προσώπων] add. κεκτημένων Patzigius ex Maximo p. 961 d καὶ τοὐναντίον αὖ πάλιν αἱ μὲν ἄκρατοι πονηρίαι συνεπιτείνουσι τὸ [15] [538a] μῖσος. τοὺς γοῦν Σωκράτη συκοφαντήσαντας ὡς εἰς ἔσχατον κακίας ἐληλακότας οὕτως ἐμίσησαν οἱ πολῖται καὶ ἀπεστράφησαν, ὡς μήτε πῦρ αὔειναὔειν] ἐναύειν Herwerdenus μήτεμήτε R: μὴ ἀποκρίνεσθαι πυνθανομένοις μήτʼ λουομένοις κοινωνεῖν ὕδατος, ἀλλʼ ἀναγκάζειν ἐκχεῖν ἐκεῖνο τοὺς [20] παραχύτας ὡς μεμιασμένον, ἕως ἀπήγξαντο μὴ φέροντες τὸ μῖσος. αἱ δὲ τῶν εὐτυχημάτων ὑπεροχαὶ καὶ λαμπρότητες πολλάκις τὸν φθόνον κατασβεννύουσιν. οὐ γὰρ εἰκὸς Ἀλεξάνδρῳ τινὰ φθονεῖν οὐδὲ Κύρῳ, κρατήσασι καὶ γενομένοις κυρίοις ἁπάντων. [25] ἀλλʼ ὥσπερ ὁ ἥλιος, ὧν ἂν ὑπὲρ κορυφῆς γένηται, [538b] καταχεόμενος τὸ φῶς ἢ παντάπασι τὴν σκιὰν ἀνεῖλεν ἢ μικρὰν ἐποίησεν, οὕτω πολὺ τῶν ὕψος λαβόντων καὶ γενομένων κατὰ κεφαλῆς τοῦ φθόνου, συστέλλεται καὶ ἀναχωρεῖ καταλαμπόμενος. [5] τὸ μέντοι μῖσος οὐκ ἀνίησιν ἡ τῶν ἐχθρῶν ὑπεροχὴ καὶ δύναμις. ὁ γοῦν Ἀλέξανδρος φθονοῦντα μὲν οὐδένʼ εἶχε, μισοῦντας δὲ πολλοὺς ὑφʼ ὧν τέλος ἐπιβουλευθεὶς ἀπέθανεν. ὁμοίως τοίνυν καὶ τὰ δυστυχήματα τοὺς μὲν φθονοῦντας παύει τὰς δʼ αὖ ἔχθρας [10] οὐκ ἀναιρεῖ· μισοῦσι γὰρ καὶ ταπεινοὺς τοὺς ἐχθροὺς γενομένους, φθονεῖ δʼ οὐδεὶς τῷ δυστυχοῦντι. ἀλλὰ [538c] καὶ τὸ ῥηθὲν ὑπό τινος τῶν καθʼ ἡμᾶς σοφιστῶν, ὅτι ἥδισθʼ οἱ φθονοῦντες ἐλεοῦσιν, ἀληθές ἐστιν· ὥστε καὶ ταύτῃταὐτῃ R: ταύτην μεγάλην εἶναι τῶν παθῶν διαφοράν, [15] ὡς τὸ μὲν μῖσος οὔτʼ εὐτυχούντων οὔτε δυστυχούντων ἀφίστασθαι πέφυκεν, ὁ δὲ φθόνος πρὸς τὴν ἀμφοῖν ὑπερβολὴν ἀπαγορεύει.

[7] ἔτι τοίνυν καὶ μᾶλλον οὕτως ἀπὸ τῶν ἐναντίων ταὐτὸταὐτὸ *: τὸ αὐτὸ σκοπῶμεν. λύουσι γὰρ ἔχθρας καὶ μῖσος [20] ἢ πεισθέντες μηδὲν ἀδικεῖσθαι, ἢ δόξαν ὡς χρηστῶν, οὓς ἐμίσουν ὡς πονηρούς, λαβόντες· ἢ τρίτον εὖ παθόντες· ἡ γὰρ τελευταία χάρις ὡς ΘουκυδίδηςΘουκυδ́δης] 1, 42 φησὶ κἂν ἐλάττωνἐλάσσων idem ᾖ, καιρὸν ἔχουσα δύναται [538d] μεῖζον ἔγκλημα λῦσαι τούτων δὲ τὸ μὲν πρῶτον [25] οὐ λύει τὸν φθόνον· πεπεισμένοι γὰρ ἐξ ἀρχῆς μηδὲν ἀδικεῖσθαι φθονοῦσι τὰ δὲ λοιπὰ καὶ παροξύνει τοῖς τε γὰρ δοκοῦσι χρηστοῖς βασκαίνουσι μᾶλλον, ὡς δὴ τὸ μέγιστον ἀγαθὸν τὴν ἀρετὴν ἔχουσι κἂν εὖ πάσχωσιν ὑπὸ τῶν εὐτυχούντων, ἀνιῶνται, φθονοῦντες αὐτοῖς καὶ τῆς προαιρέσεως καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ἀρετῆς ἐστι τὸ δʼ εὐτυχίας,. ἀγαθὰ [5] δʼ ἀμφότερα, διὸ παντελῶς ἕτερόν ἐστι τοῦ μίσους πάθος ὁ φθόνος, εἰ, διʼ ὧν ἐκεῖνο πραΰνεται, τοῦτο λυπεῖται καὶ παροξύνεται.

[8] ἤδη τοίνυν καὶ τὴν προαίρεσιν αὐτὴν ἑκατέρου πάθους σκοπῶμεν. ἔστι δὲ μισοῦντος μὲν [10] [538e] προαίρεσις κακῶς ποιῆσαι κατὰκατὰ S: καὶ τὴν δύναμιν· καὶᾗ καὶ R οὕτως ὁρίζονται, διάθεσίν τινα καὶ προαίρεσιν ἐπιτηρητικὴν τοῦ κακῶς ποιῆσαι. τῷ φθόνῳ δὲ τοῦτο γοῦν ἄπεστι πολλοὺς γὰρ οἱ φθονοῦντες τῶν συνήθων καὶ οἰκείων ἀπολέσθαι μὲν οὐκ ἂν ἐθέλοιεν οὐδὲ [15] δυστυχῆσαι, βαρύνονται δʼ εὐτυχοῦντας· καὶ κωλύουσικωλύουσι] malim κολούουσι μέν, εἰ δύνανται, τὴν δόξαν αὐτῶν καὶ λαμπρότητα, συμφορὰς δʼ ἀνηκέστους οὐκ ἂν προσβάλοιεν· ἀλλʼ ὥσπερ οἰκίας ὑπερεχούσης τὸ ἐπισκοτοῦν αὐτοῖς καθελόντες ἀρκοῦνται.


Ὁ Διαφορεύς παρῆν

Ὁ Διαφορεύς παρῆν — um arquivo: o texto, a fonte, o programa e a voz.