Pular para o conteúdo

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Plutarch · Parte 1073

[1073c] ΔΙΑΔΟΥΜ. [1] Εἶθʼ ὦ βέλτιστε, πράττομεν ἄλλο νῦν ἢ τὴν αἵρεσιν αὐτῶν ἐλέγχομεν, οὔτε πιθανοῖς πράγμασιν οὔθʼ ὡμιλημένοις ὀνόμασι τὰς κοινὰς; ἐκστρέφουσαν ἡμῶν καὶ παραβιαζομένην ἐννοίας; οὐδεὶς; γὰρ ἦν ὁ κωλύων τὴν περὶ τοὺς νέους τῶν σοφῶν σπουδήν, εἰ πάθος αὐτῇ μὴ πρόσεστι, θήραν ἢ φιλοπαιδείαν προσαγορευομένην· ἔρωτα δʼ ἔδει καλεῖν ὃν πάντες ἄνθρωποι καὶ πᾶσαι νοοῦσι καὶ ὀνομάζουσι, οἶον τό “πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι” καί

οὐ γὰρ πώποτὲ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν.