[1060b] ΔΙΑΔΟΥΜ. Ἆρʼ οὖν ἐπὶ τὰ κοινὰ πρῶτα καὶ περιβόητα βαδιστέον, ἃ δὴ παράδοξα καὶ αὐτοὶ μετʼ εὐκολίας δεχόμενοι τὴν ἀτοπίαν ἐπονομάζουσι, τοὺς μόνους βασιλεῖς καὶ μόνους πλουσίους καὶ καλοὺς αὐτῶν καὶ πολίτας; καὶ δικαστὰς; μόνους; ἢ ταυτὶ μὲν εἰς τὴν τῶν ἑώλων καὶ ψυχρῶν ἀγορὰν βούλει παρῶμεν, ἐν δὲ τοῖς ὡς ἔνι μάλιστα πραγματικοῖς καὶ μετὰ σπουδῆς λεγομένοις ποιησώμεθα τοῦ λόγου τὸν ἐξετασμόν;
ΛΑΜΠΡ. Ἐμοὶ γοῦν ἥδιον οὕτως· τῶν γὰρ πρὸς ἐκεῖνα γενομένων ἐλέγχων τίς οὐκ ἤδη διάπλεώς ἐστιν;