τὸ δὲ γένος τοῦτο τῶν ἀρνουμένων ἐπαίνων πανουργοτέρας δεόμενον εὐλαβείας ἐλεγκτέον ἐπίτηδες ἀτόπους ἐκτάττοντα[46] συμβουλίας καὶ ὑποθήκας, καὶ [58b] διορθώσεις ποιούμενον ἀλόγους. πρὸς μηδὲν γὰρ ἀντιλέγων, ἀλλὰ πᾶσι συνεπινεύων καὶ δεχόμενος[47] πάντα καὶ βοῶν παρʼ ἕκαστον ὡς εὖ καὶ καλῶς, γίγνεται καταφανὴς
σύνθημʼ ἐρωτῶν, ἄλλο μαστεύων χρέος,
ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος