[52d] ἔρριπται μὲν ὁ τρίβων, κατακείρεται δʼ ὁ πώγων ὥσπερ ἄκαρπον θέρος, ψυκτῆρες δὲ καὶ φιάλαι καὶ γέλωτες ἐν περιπάτοις καὶ σκώμματα πρὸς τοὺς φιλοσοφοῦντας, ὥσπερ ἐν Συρακούσαις φασίν, ὁπηνίκα Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων· ἐπεὶ δὲ προσέκρουσε Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν φιλοσοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν καὶ ἀκολασταίνειν [52e] ἧκε φερόμενος, ἀθρόως ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν,[15] ὧν ὁ μέγιστος Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετʼ εὐτραπελίας ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι, κειρόμενος ἐν χρῷ καὶ τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολεμῶν καὶ πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο, τρυφῇ καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδημαγώγει καὶ καθωμίλει τῷ συναφομοιοῦν καὶ συνοικειοῦν [52f] ἑαυτὸν ἅπασιν. οὐ μὴν τοιοῦτος Ἐπαμεινώνδας οὐδʼ Ἀγησίλαος, ἀλλὰ πλείστοις ὁμιλήσαντες ἀνθρώποις καὶ πόλεσι καὶ βίοις τὸ προσῆκον ἦθος αὑτοῖς πανταχοῦ καὶ στολῇ καὶ διαίτῃ καὶ λόγῳ καὶ βίῳ διεφύλαττον. οὕτω καὶ Πλάτων ἐν Συρακούσαις οἷος ἐν Ἀκαδημείᾳ, καὶ πρὸς Διονύσιον οἷος πρὸς Δίωνα.