κατʼ Εὐριπίδην,[5] ἀλλʼ οὐδὲν ἧττον τοῖς ἀγαθοῖς ἡδονὴν ἐπιφέρουσα καὶ χάριν ἢ τῶν κακῶν ἀφαιροῦσα τὰς λύπας καὶ τὰς ἀπορίας παρέπεται. καὶ καθάπερ [50a] ὁ Εὔηνος εἶπε, τῶν ἡδυσμάτων τὸ πῦρ εἶναι κράτιστον, οὕτω τῷ βίῳ μίξας τὴν φιλίαν ὁ θεὸς ἅπαντα φαιδρὰ καὶ γλυκέα καὶ προσφιλῆ ταύτης παρούσης καὶ συναπολαυούσης ἐποίησεν. ἐπεὶ πῶς ἂν ὁ κόλαξ ὑπεδύετο ταῖς ἡδοναῖς, εἰ τὴν φιλίαν ἑώρα τὸ ἡδὺ μηδαμοῦ προσιεμένην; οὐκ ἔστιν εἰπεῖν. ἀλλʼ ὥσπερ τὰ ψευδόχρυσα καὶ τὰ κίβδηλα τὴν λαμπρότητα τοῦ χρυσοῦ καὶ τὸ γάνωμα μιμεῖται μόνον, οὕτως ἔοικεν [50b] ὁ κόλαξ τοῦ φίλου τὸ ἡδὺ καὶ κεχαρισμένον ἐκμιμούμενος ἀεὶ παρέχειν ἱλαρὸν καὶ ἀνθηρὸν καὶ πρὸς μηδὲν ἀντιβαίνοντα μηδʼ ὑπεναντιούμενον ἑαυτόν, ὅθεν οὐδὲ τοὺς ἐπαινοῦντας εὐθὺς ὡς κολακεύοντας ἁπλῶς ὑφορατέον ἔπαινος γὰρ οὐχ ἧττον ἐν καιρῷ ψόγου φιλίᾳ προσήκει, μᾶλλον δὲ τὸ μὲν δύσκολον ὅλως καὶ μεμψίμοιρον ἄφιλον καὶ ἀνομίλητον, τῆς δʼ ἀφθόνως καὶ προθύμως τὸν ἐπὶ τοῖς καλοῖς ἀποδιδούσης ἔπαινον εὐνοίας καὶ τὸ νουθετοῦν αὖθις καὶ παρρησιαζόμενον ἐλαφρῶς καὶ ἀλύπως ὑπομένομεν, πιστεύοντες καὶ ἀγαπῶντες ὡς ἀναγκαίως ψέγοντα τὸν ἡδέως ἐπαινοῦντα. [50c]