Pular para o conteúdo

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Plutarch · Parte 32

[32] ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ [70f] τοῦ Πλάτωνος. ἐπεὶ γὰρ ὁ Σωκράτης ἥψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος, “οὐκ ἄμεινον ἦν” ὁ Πλάτων ἔφη “ἰδίᾳ ταῦτα λελέχθαι;” καὶ ὁ Σωκράτης “σὺ δʼ οὐκ ἄμεινον” εἶπεν “ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτʼ εἰπών;” Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλον νουθετῆσαι. δεῖ γὰρ ὡς νοσήματος οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν [71a] μηδʼ ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν. οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον καὶ αὔθαδες, οὐ γὰρ ἁπλῶς νουθετούμενος ἔρως μᾶλλον πιέζει κατʼ Εὐριπίδην,[105] ἀλλʼ ἂν νουθετῇ τις ἐν [71b] πολλοῖς καὶ μὴ φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος εἰς τὸ ἀναίσχυντον καθίστησιν. ὥσπερ οὖν ὁ Πλάτων[106] τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην γέροντας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς νέους,· οὕτω τῶν φίλων ἡ δυσωπουμένη παρρησία δυσωπεῖ μάλιστα, καὶ τὸ μετʼ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ ἁμαρτάνοντος ὑπερείπει καὶ διεργάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον. ὅθεν ἄριστα μὲν ἔχει τὸ

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι,