Pular para o conteúdo

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Plutarch · Parte 28

[28] ἐπεὶ δὲ πολλοὶ τοὺς φίλους εὖ φερομένους ἐν τοῖς πράγμασιν οὔτʼ ἀξιοῦσιν οὔτε τολμῶσι ῥυθμίζειν, ἀλλʼ ὅλως ἀπρόσιτον καὶ ἀνέφικτον ἡγοῦνται νουθεσίᾳ τὸ εὐτυχοῦν εἶναι, σφαλλομένοις δὲ καὶ πταίουσιν ἐπιτίθενται καὶ πατοῦσιν ὑπὸ χεῖρα καὶ ταπεινοὺς γεγενημένους, ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν τὴν παρρησίαν ἀθρόως ἐφιέντες αὐτοῖς καὶ ἀπολαύοντες ἄσμενοι τῆς μεταβολῆς διὰ τὴν πρόσθεν ὑπεροψίαν ἐκείνων αὑτῶν δʼ ἀσθένειαν, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν καὶ ἀποκρίνασθαι τῷ Εὐριπίδῃ[94] λέγοντι

ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;