Pular para o conteúdo

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Plutarch · Parte 26

[26] ὥσπερ οὖν κῆράς τινας ἐπούσας τῇ παρρησίᾳ πλείονας ὁρῶντες πρῶτον ἀφαιρῶμεν αὐτῆς τὴν φιλαυτίαν, εὖ μάλα φυλαττόμενοι μὴ διά τι τῶν ἰδίων οἷον ἀδικούμενοι καὶ ἀλγοῦντες ἐξονειδίζειν δοκῶμεν. οὔτε γὰρ ὑπʼ εὐνοίας ἀλλʼ ὑπʼ ὀργῆς οἴονται γίγνεσθαι τὸν ὑπὲρ αὐτοῦ τοῦ λέγοντος γιγνόμενον λόγον, οὔτε νουθεσίαν ἀλλὰ μέμψιν εἶναι. φιλικὸν γὰρ ἡ παρρησία καὶ σεμνόν, ἡ δὲ μέμψις καὶ φίλαυτον καὶ μικρολόγον. ὅθεν αἰδοῦνται τοὺς παρρησιαζομένους καὶ θαυμάζουσι, τοῖς δὲ μεμφομένοις ἀντεγκαλοῦσι καὶ καταφρονοῦσιν. ὥσπερ [66f] ὁ Ἀγαμέμνων τὸν Ἀχιλλέα παρρησιάζεσθαι δοκοῦντα μετρίως οὐχ ὑπέμεινε, τοῦ δʼ Ὀδυσσέως καθαπτομένου πικρῶς καὶ λέγοντος

οὐλόμενʼ, αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
σημαίνειν