[22] ἔστι μὲν οὖν καὶ ταῦτα δηλώματα τοῖς [62e] νοῦν ἔχουσιν οὐκ ἀληθινῆς φιλίας οὐδὲ σώφρονος ἀλλʼ ἑταιρούσης καὶ περιπλεκομένης ἑτοιμότερον τῶν δεομένων.[68] οὐ μὴν ἀλλὰ δεῖ πρῶτον ἐν ταῖς ἐπαγγελίαις σκοπεῖν τὴν διαφοράν. εὖ γὰρ εἴρηται καὶ τοῖς πρὸ ἡμῶν φίλου μὲν ἐκείνην εἶναι τὴν ἐπαγγελίαν
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί,
κόλακος δὲ ταύτην
αὔδα ὅ τι φρονέεις
καὶ γὰρ οἱ κωμικοὶ τοιούτους εἰσάγουσιν
ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε,
ἂν μὴ ποιήσω πέπονα μαστιγῶν[69] ὅλον,
ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον
τὸ πρόσωπον