[21] ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἤδη· καὶ γὰρ ἐν ταύταις πολλὴν ἀπεργάζεται σύγχυσιν [62c] καὶ ἀσάφειαν ὁ κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς, ἄοκνος δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. ὁ μὲν γὰρ τοῦ φίλου τρόπος ὥσπερ ὁ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατʼ Εὐριπίδην[66] καὶ ἀφελὴς καὶ ἄπλαστος, ὁ δὲ τοῦ κόλακος ὄντως
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν