Pular para o conteúdo

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Plutarch · Parte 14

[14] ἕτεροι τοίνυν, ὥσπερ οἱ ζωγράφοι τὰ φωτεινὰ καὶ λαμπρὰ τοῖς σκιεροῖς καὶ σκοτεινοῖς ἐπιτείνουσιν ἐγγὺς παρατιθεμένοις, οὕτω τῷ ψέγειν τἀναντία καὶ λοιδορεῖν ἢ διασύρειν καὶ καταγελᾶν λανθάνουσι τὰ προσόντα κακὰ τοῖς κολακευομένοις ἐπαινοῦντες καὶ τρέφοντες. σωφροσύνην τε γὰρ ὡς ἀγροικίαν ψέγουσιν ἐν ἀσώτοις, κἀν[41] πλεονέκταις καὶ κακούργοις καὶ πλουτοῦσιν ἀπὸ πραγμάτων [57d] αἰσχρῶν καὶ πονηρῶν αὐτάρκειάν τε[42] καὶ δικαιοσύνην ὡς ἀτολμίαν καὶ ἀρρωστίαν πρὸς τὸ πράττειν· ὅταν δὲ ῥᾳθύμοις σχολασταῖς καὶ τὰ μέσα φεύγουσι τῶν πόλεων ὁμιλῶσιν, οὐκ αἰσχύνονται πολιτείαν μὲν ἀλλοτριοπραγίαν ἐπίπονον, φιλοτιμίαν δὲ κενοδοξίαν ἄκαρπον ὀνομάζοντες. ἤδη δὲ καὶ ῥήτορος ἔστιν ὅτε κολακεία διασύρει φιλόσοφον, καὶ παρὰ γυναιξὶν ἀκολάστοις εὐδοκιμοῦσιν[43] οἱ τὰς μονολεχεῖς καὶ φιλάνδρους ἀναφροδίτους καὶ ἀγροίκους ἀποκαλοῦντες. ὑπερβάλλει δὲ μοχθηρίᾳ τὸ μηδʼ ἑαυτῶν ἀπέχεσθαι τοὺς κόλακας. ὡς γὰρ οἱ παλαισταὶ τὸ σῶμα ποιοῦσι ταπεινόν, ὅπως ἑτέρους καταβάλωσιν [57e], οὕτω τῷ ψέγειν ἑαυτοὺς εἰς τὸ θαυμάζειν τοὺς πλησίον ὑπορρέουσιν. ἀνδράποδόν “εἰμι δειλὸν ἐν θαλάσσῃ, πρὸς τοὺς πόνους ἀπαγορεύω, μαίνομαι κακῶς ἀκούσας ὑπʼ ὀργῆς ἀλλὰ τούτῳ” φησὶν “οὐδέν ἐστι δεινόν, οὐδὲν πονηρόν, ἀλλʼ ἴδιος ἄνθρωπος,[44] πάντα πράως φέρει, πάντʼ ἀλύπως.” ἂν δʼ ᾖ τις οἰόμενος πολὺν ἔχειν νοῦν καὶ βουλόμενος αὐστηρὸς εἶναι καὶ αὐθέκαστος ὑπὸ δή τινος ὀρθότητος ἀεὶ προβάλληται τὸ

Τυδείδη, μήτʼ ἄρ με μάλʼ αἴνεε μήτε τι νείκει,