[13] διὸ φυλακτέον ἐστὶ μάλιστα τὸν κόλακα περὶ τοὺς ἐπαίνους. ὅπερ οὐδʼ αὐτὸν ἐκεῖνον λέληθεν, [57a] ἀλλὰ δεινὸς ὢν φυλάττεσθαι τὸ ὕποπτον, ἂν μὲν εὐπαρύφου τινὸς[35] ἢ ἀγροίκου λάβηται φορίνην παχεῖαν φέροντος, ὅλῳ τῷ μυκτῆρι χρῆται, καθάπερ ὁ Στρουθίας ἐμπεριπατῶν τῷ Βίαντι καὶ κατορχούμενος τῆς ἀναισθησίας αὐτοῦ τοῖς ἐπαίνοις
Ἀλεξάνδρου[36] πλέον
τοῦ βασιλέως πέπωκας
καὶ
γελῶ[37] τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος[38]