[9] ἐπὶ πᾶσι τοίνυν καὶ τὸ τὴν αἰτίαν ἑκάστου [28b] τῶν λεγομένων ἐπιζητεῖν χρήσιμόν ἐστιν. ὁ μὲν γὰρ Κάτων ἔτι παιδάριον ὢν ἔπραττε μὲν ὃ προστάξειεν ὁ παιδαγωγός, αἰτίαν δὲ καὶ λόγον ἀπῄτει τοῦ προστάγματος· τοῖς δὲ ποιηταῖς οὐ πειστέον ὥσπερ παιδαγωγοῖς ἢ νομοθέταις, ἂν μὴ λόγον ἔχῃ τὸ ὑποκείμενον. ἕξει δέ, ἄνπερ χρηστὸν ἂν δὲ μοχθηρόν, ὀφθήσεται κενὸν καὶ μάταιον. ἀλλʼ οἱ πολλοὶ τῶν μὲν τοιούτων τὰς αἰτίας πικρῶς ἀπαιτοῦσι καὶ διαπυνθάνονται πῶς λέλεκται
μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν πινόντων
καὶ