Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 34

καὶ τρόπος[102] μὲν οὖν καὶ λόγος ἢ τρόπος διὰ λόγου, καθάπερ ἱππεὺς[103] διὰ χαλινοῦ καὶ διὰ[104] πηδαλίου κυβερνήτης, οὐδὲν οὕτω φιλάνθρωπον οὐδὲ συγγενὲς ἐχούσης τῆς ἀρετῆς ὄργανον ὡς τὸν λόγον. [34a]

πρὸς θῆλυ νεύει μᾶλλον ἢ ʼπὶ τἄρρενα;
ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος.

ἦν δὲ βέλτιον εἰπεῖν

ὅπου προσῇ τὸ σῶφρον, ἀμφιδέξιος

ὡς ἀληθῶς καὶ ἰσόρροπος· ὁ δʼ ὑφʼ ἡδονῆς καὶ ὥρας ὧδε κἀκεῖ μετοιακιζόμενος ἐπαρίστερος καὶ ἀβέβαιος.

φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.

καὶ μὴν οὐδαμῶς, ἀλλὰ

θάρσος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.

φόβος δὲ τοῖς ἄφροσι καὶ ἀνοήτοις καὶ ἀχαρίστοις [34b] ὅτι καὶ τὴν παντὸς αἰτίαν ἀγαθοῦ δύναμιν καὶ ἀρχὴν ὡς βλάπτουσαν ὑφορῶνται καὶ δεδίασι τὸ μὲν οὖν τῆς ἐπανορθώσεως γένος τοιοῦτόν ἐστι.