Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 34-2

[34c] ὑπακουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὰ[105] εἴρηκεν. ὡς γὰρ φαρμάκου πρὸς ἓν ἁρμόσαντος νόσημα τὴν δύναμιν καταμαθόντες οἱ ἰατροὶ μετάγουσι καὶ χρῶνται πρὸς ἅπαν τὸ παραπλήσιον, οὕτω καὶ λόγον κοινοῦν καὶ δημοσιεύειν τὴν χρείαν δυνάμενον οὐ χρὴ περιορᾶν ἑνὶ πράγματι συνηρτημένον ἀλλὰ κινεῖν ἐπὶ πάντα τὰ ὅμοια, καὶ τοὺς νέους ἐθίζειν τὴν κοινότητα συνορᾶν καὶ μεταφέρειν ὀξέως τὸ οἰκεῖον, ἐν πολλοῖς παραδείγμασι ποιουμένους μελέτην καὶ ἄσκησιν ὀξυηκοΐας, ἵνα τοῦ Μενάνδρου λέγοντος

μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει

τοῦτο καὶ περὶ δόξης καὶ περὶ ἡγεμονίας καὶ περὶ [34d] λόγου δυνάμεως εἰρῆσθαι νομίζωσι, τὴν δὲ πρὸς τὸν Ἀχιλλέα τὸν ἐν Σκύρῳ καθήμενον ἐν ταῖς παρθένοις γεγενημένην ἐπίπληξιν ὑπὸ τοῦ Ὀδυσσέως

σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους,[106]
ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;

καὶ πρὸς τὸν ἄσωτον οἴωνται[107] λέγεσθαι καὶ πρὸς τὸν αἰσχροκερδῆ καὶ πρὸς τὸν ἀμελῆ καὶ ἀπαίδευτον

πίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς,

ἢ κυβεύεις ἢ ὀρτυγοκοπεῖς ἢ καπηλεύεις ἢ τοκογλυφεῖς, μηδὲν μέγα φρονῶν μηδʼ ἄξιον τῆς εὐγενείας;

μὴ πλοῦτον εἴπῃς. οὐχὶ θαυμάζω θεόν[108] [34e]
ὃν χὠ[109] κάκιστος ῥᾳδίως ἐκτήσατο.

οὐκοῦν μηδὲ δόξαν εἴπῃς μηδὲ σώματος εὐμορφίαν μηδὲ στρατηγικὴν χλαμύδα μηδʼ ἱερατικὸν στέφανον, ὧν καὶ τοὺς κακίστους ὁρῶμεν τυγχάνοντας.

τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα

καὶ ναὶ μὰ Δία τῆς ἀκολασίας καὶ τῆς δεισιδαιμονίας καὶ τοῦ φθόνου καὶ τῶν ἄλλων νοσημάτων ἁπάντων. ἄριστα δʼ εἰρηκότος Ὁμήρου τὸ

Δύσπαρι εἶδος ἄριστε

καὶ τὸ [34f]

Ἕκτορ εἶδος ἄριστε