Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 30

, [30b] ὁ δʼ Αἴας ἀεί τε τῷ Ἀχιλλεῖ προσφιλὴς καὶ πρὸς τὸν Ἕκτορα λέγει περὶ αὐτοῦ

νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,
καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα

καὶ τοῦτο μὲν Ἀχιλλέως τὸ ἐγκώμιόν ἐστι, τὰ δʼ ἑξῆς ὑπὲρ ἁπάντων εἴρηται χρησίμως

ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
καὶ πολέες

, οὔτε μόνον οὔτε ἄριστον ἀποφαίνων ἑαυτὸν ἀλλὰ [30c] μετὰ πολλῶν ὁμοίως δυνάμενον[85] ἀμύνασθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ διαφορᾶς, ἂν μὴ κἀκεῖνο βουλώμεθα προσλαβεῖν, ὅτι τῶν Τρώων ἑαλώκασι καὶ πολλοὶ[86] ζῶντες, οὐδεὶς δὲ τῶν Ἀχαιῶν, καὶ τῶν μὲν ὑποπεπτώκασιν ἔνιοι τοῖς πολεμίοις, ὥσπερ ὁ Ἄδραστος, οἱ Ἀντιμάχου παῖδες, ὁ Λυκάων, αὐτὸς ὁ Ἕκτωρ δεόμενος περὶ ταφῆς τοῦ Ἀχιλλέως, ἐκείνων δʼ οὐδείς, ὡς βαρβαρικοῦ τοῦ ἱκετεύειν καὶ ὑποπίπτειν ἐν τοῖς ἀγῶσιν ὄντος, Ἑλληνικοῦ δὲ τοῦ νικᾶν μαχόμενον ἢ ἀποθνῄσκειν.