Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 27

ὁ μὲν οὖν Ἀρίσταρχος ἐξεῖλε ταῦτα τὰ ἔπη φοβηθείς· ἔχει δὲ πρὸς τὸν καιρὸν ὀρθῶς, τοῦ Φοίνικος τὸν Ἀχιλλέα διδάσκοντος οἷόν ἐστιν ὀργὴ καὶ ὅσα [27a] διὰ θυμὸν ἄνθρωποι τολμῶσι, μὴ χρώμενοι λογισμῷ μηδὲ πειθόμενοι τοῖς παρηγοροῦσι. καὶ γὰρ τὸν Μελέαγρον ἐπεισάγει τοῖς πολίταις ὀργιζόμενον, εἶτα πραϋνόμενον, ὀρθῶς τὰ πάθη ψέγων, τὸ δὲ μὴ συνακολουθεῖν ἀλλʼ ἀντιτάττεσθαι καὶ κρατεῖν καὶ μετανοεῖν ἐπαινῶν ὡς καλὸν καὶ συμφέρον. ἐνταῦθα μὲν οὖν ἡ διαφορὰ πρόδηλος· ὅπου δʼ ἀσαφῆ τὰ τῆς γνώμης, διοριστέον οὕτω πως ἐφιστάντας τὸν νέον. εἰ μὲν ἡ Ναυσικάα ξένον ἄνδρα τὸν Ὀδυσσέα θεασαμένη καὶ παθοῦσα τὸ τῆς Καλυψοῦς πάθος πρὸς αὐτόν, ἅτε δὴ τρυφῶσα καὶ γάμων ὥραν ἔχουσα, [27b] τοιαῦτα μωραίνει πρὸς τὰς θεραπαινίδας

αἲ γὰρ ἐμοὶ[72] τοιόσδε πόσις κεκλημένος εἴη
ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν

, ψεκτέον τὸ θράσος αὐτῆς καὶ τὴν ἀκολασίαν εἰ δὲ τοῖς λόγοις τοῦ ἀνδρὸς τὸ ἦθος ἐνιδοῦσα καὶ θαυμάσασα τὴν ἔντευξιν αὐτοῦ πολὺν νοῦν ἔχουσαν εὔχεται τοιούτῳ συνοικεῖν μᾶλλον ἢ πλωτικῷ τινι καὶ ὀρχηστικῷ τῶν πολιτῶν, ἄξιον ἄγασθαι. πάλιν τῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δʼ αὐτῇ χαριζομένων ἱμάτια καὶ κόσμον ἄλλον, ἡδόμενος Ὀδυσσεὺς [27c]

οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμόν

εἰ μὲν ἐπὶ τῇ δωροδοκίᾳ καὶ πλεονεξίᾳ χαίρει, τὸν κωμῳδούμενον ὑπερβάλλει μαστροπείᾳ Πολίαγρον

εὐδαίμων Πολίαγρος
οὐράνιον αἶγα πλουτοφόρον τρέφων

εἰ δὲ μᾶλλον οἰόμενος ὑποχειρίους ἕξειν διὰ τὴν ἐλπίδα θαρροῦντας[73] καὶ τὸ μέλλον οὐ προσδοκῶντας, λόγον ἔχει τὸ ἡδόμενον αὐτῷ καὶ θαρροῦν. ὁμοίως ἐπὶ τῇ διαριθμήσει τῶν χρημάτων, ἃ συνεξέθηκαν οἱ Φαίακες αὐτῷ καὶ ἀπέπλευσαν, εἰ μὲν ἀληθῶς ἐν ἐρημίᾳ τοσαύτῃ καὶ τῶν καθʼ αὑτὸν [27d] ἀσαφείᾳ καὶ ἀδηλότητι γεγονὼς περὶ τῶν χρημάτων φοβεῖται

μὴ τί οἱ οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες[74]

, οἰκτείρειν ἄξιον ἢ βδελύττεσθαι νὴ Δία τὴν φιλοπλουτίαν· εἰ δʼ, ὥσπερ ἔνιοι λέγουσι, περὶ τῆς Ἰθάκης ἀμφιδοξῶν οἴεται τὴν τῶν χρημάτων σωτηρίαν ἀπόδειξιν εἶναι τῆς τῶν Φαιάκων ὁσιότητος οὐ γὰρ ἂν ἀκερδῶς φέροντας αὐτὸν εἰς ἀλλοτρίαν ἐκβαλεῖν χώραν καὶ καταλιπεῖν, ἀποσχομένους τῶν χρημάτων, οὔτε φαύλῳ τεκμηρίῳ χρῆται καὶ τὴν πρόνοιαν [27e] ἄξιον ἐπαινεῖν. ἔνιοι δὲ καὶ τὴν ἔκθεσιν αὐτὴν εἰ μὲν ἀληθῶς ἐγένετο καθεύδοντος ψέγουσι, καὶ Τυρρηνοὺς ἱστορίαν τινά φασι διαφυλάττειν ὡς ὑπνώδους φύσει τοῦ Ὀδυσσέως γενομένου καὶ δυσεντεύκτου διὰ τοῦτο τοῖς πολλοῖς ὄντος. εἰ δʼ οὐκ ἦν ἀληθὴς ὁ ὕπνος, ἀλλʼ αἰδούμενος μὲν ἀποπέμψαι τοὺς Φαίακας ἄνευ ξενίων καὶ φιλοφροσύνης, μὴ δυνάμενος δὲ τοὺς ἐχθροὺς λαθεῖν ἐκείνων συμπαρόντων ἐχρήσατο τῆς ἀπορίας παρακαλύμματι, κοιμωμένῳ ποιήσας ὅμοιον ἑαυτόν, ἀποδέχονται. καὶ ταῦτα δὴ τοῖς νέοις ὑποδεικνύοντες οὐκ ἐάσομεν φορὰν πρὸς τὰ φαῦλα γίγνεσθαι τῶν ἠθῶν ἀλλὰ τῶν βελτιόνων ζῆλον καὶ προαίρεσιν, εὐθὺς τοῖς μὲν [27f] τὸ ψέγειν τοῖς δὲ τὸ ἐπαινεῖν ἀποδιδόντες. μάλιστα δὲ τοῦτο δεῖ[75] ποιεῖν ἐν ταῖς τραγῳδίαις, ὅσαι λόγους ἔχουσι πιθανοὺς καὶ πανούργους ἐν πράξεσιν ἀδόξοις καὶ πονηραῖς. οὐ πάνυ γὰρ ἀληθὲς τὸ τοῦ Σοφοκλέους λέγοντος

οὐκ ἔστʼ ἀπʼ ἔργων μὴ καλῶν ἔπη καλά