Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 25

ἐπεὶ καὶ τὴν εὐδαιμονίαν ἐξαπατηθείη τις ἂν οὕτω τοὺς ποιητὰς οἰόμενος λέγειν, ὡς οἱ φιλόσοφοι λέγουσι τὴν παντελῆ τῶν ἀγαθῶν ἕξιν ἢ κτῆσιν ἢ καὶ [25a] τελειότητα βίου κατὰ φύσιν εὐροοῦντος, ἀλλʼ οὐχὶ καταχρωμένους πολλάκις τὸν πλούσιον εὐδαίμονα καλεῖν ἢ μακάριον καὶ τὴν δύναμιν ἢ τὴν δόξαν εὐδαιμονίαν. Ὅμηρος μὲν γὰρ ὀρθῶς κέχρηται τοῖς ὀνόμασιν

ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω

καὶ Μένανδρος

ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος
καλοῦμʼ ὑπὸ πάντων, μακάριος δʼ ὑπʼ οὐδενός

, Εὐριπίδης δὲ πολλὴν ἐργάζεται ταραχὴν καὶ σύγχυσιν ὅταν λέγῃ [25b]

μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος

καί

τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, τιμᾷς

ἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.