Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 22

Διογένης δʼ ἀκούσας τι τοιοῦτο “τί λέγεις;” ἔφη. “κρείττονα μοῖραν ἕξει Παταικίων ὁ κλέπτης ἀποθανὼν [22a] ἢ Ἐπαμεινώνδας ὅτι μεμύηται;” Τιμοθέῳ μὲν γὰρ ᾄδοντι τὴν Ἄρτεμιν ἐν τῷ θεάτρῳ μαινάδα[45] θυιάδα[46] φοιβάδα λυσσάδα Κινησίας εὐθὺς ἀντεφώνησε “τοιαύτη σοι θυγάτηρ γένοιτο.” χαρίεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγοντα

πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
οὔθʼ ἔρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται

“πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;” [22b]