[18e] καὶ τὸ
τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο,[24]
τὰ δʼ ἔργα τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖς
καὶ
τάλαντον ἡ προίξ. μὴ λάβω;[25] ζῆν δʼ ἔστι μοι[26]
τάλαντον ὑπεριδόντι; τεύξομαι δʼ ὕπνου
προέμενος; οὐ δώσω δὲ κἀν ᾍδου δίκην
ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργυροῦν
μοχθηροὶ μέν εἰσι λόγοι καὶ ψευδεῖς, Ἐτεοκλεῖ δὲ καὶ Ἰξίονι καὶ τοκογλύφῳ πρεσβύτῃ πρέποντες. ἂν οὖν ὑπομιμνῄσκωμεν τοὺς παῖδας ὅτι ταῦτʼ οὐκ [18f] ἐπαινοῦντες οὐδὲ δοκιμάζοντες ἀλλʼ ὡς ἄτοπα καὶ φαῦλα φαύλοις καὶ ἀτόποις ἤθεσι καὶ προσώποις περιτιθέντες γράφουσιν, οὐκ ἂν ὑπὸ τῆς δόξης βλάπτοιντο τῶν ποιητῶν. ἀλλὰ τοὐναντίον ἡ πρὸς τὸ πρόσωπον ὑποψία διαβάλλει καὶ τὸ πρᾶγμα καὶ τὸν λόγον, ὡς φαῦλον ὑπὸ φαύλου καὶ λεγόμενον καὶ πραττόμενον. οἷόν ἐστι καὶ τὸ τῆς συγκοιμήσεως τοῦ Πάριδος ἐκ τῆς μάχης ἀποδράντος. οὐδένα γὰρ ἄλλον ἀνθρώπων[27] ἡμέρας συγκοιμώμενον γυναικὶ ποιήσας ἢ τὸν ἀκόλαστον καὶ μοιχικὸν ἐν αἰσχύνῃ δῆλός ἐστι καὶ ψόγῳ τιθέμενος τὴν τοιαύτην ἀκρασίαν. [19a]