Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 14

[14] καὶ μὴν ὥσπερ ἐπάνω πρὸς τὰ φαῦλα καὶ [35f] βλαβερὰ ποιήματα λόγους καὶ γνώμας ἀντιτάσσοντες ἐνδόξων καὶ πολιτικῶν ἀνδρῶν ἐδοκοῦμεν ἀφιστάναι καὶ ἀνακρούειν τὴν πίστιν, οὕτως ὅ τι ἂν ἀστεῖον εὕρωμεν παρʼ αὐτοῖς καὶ χρηστόν, ἐκτρέφειν χρὴ καὶ αὔξειν ἀποδείξεσι καὶ μαρτυρίαις φιλοσόφοις, ἀποδιδόντας τὴν εὕρεσιν ἐκείνοις, καὶ γὰρ δίκαιον καὶ ὠφέλιμον, ἰσχὺν τῆς πίστεως καὶ ἀξίωμα προσλαμβανούσης, ὅταν τοῖς ἀπὸ σκηνῆς λεγομένοις καὶ πρὸς λύραν ᾀδομένοις καὶ μελετωμένοις ἐν διδασκαλείῳ τὰ Πυθαγόρου δόγματα καὶ τὰ Πλάτωνος ὁμολογῇ, καὶ τὰ Χίλωνος παραγγέλματα καὶ τὰ [36a] Βίαντος ἐπὶ τὰς αὐτὰς ἄγῃ γνώμας ἐκείνοις τοῖς παιδικοῖς ἀναγνώσμασιν. ὅθεν οὐ παρέργως ὑποδεικτέον ὅτι τὸ μὲν

οὔ τοι, τέκνον ἐμόν,[112] δέδοται πολεμήια ἔργα,
ἀλλὰ σὺ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο

καὶ τὸ

Ζεὺς γάρ τοι νεμεσᾷ, ὅτʼ ἀμείνονι φωτὶ μάχοιο

οὐδὲν διαφέρει τοῦ “γνῶθι σαυτόν,” ἀλλὰ τὴν αὐτὴν ἔχει διάνοιαν ἐκείνῳ· τὸ δὲ

νήπιοι, οὐδʼ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς

καὶ τὸ

ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη