Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 12

[12] ἡ μὲν οὖν μέλιττα φυσικῶς ἐν τοῖς δριμυτάτοις ἄνθεσι καὶ ταῖς τραχυτάταις ἀκάνθαις ἐξανευρίσκει [32f] τὸ λειότατον μέλι καὶ χρηστικώτατον, οἱ δὲ παῖδες, ἂν ὀρθῶς ἐντρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον. αὐτίκα γοῦν ὕποπτός ἐστιν ὁ Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς τῆς στρατείας τὸν[99] πλούσιον ἐκεῖνον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ

δῶρʼ, ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν
ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκεν
Ζεὺς ἄφενος.