Pular para o conteúdo

Δίων

Plutarch · Capítulo 5

Capítulo 5

[5.1] γενομένης δὲ τῆς συνουσίας αὐτοῖς τὸ μὲν ὅλον περὶ ἀνδρὸς ἀρετῆς, πλείστων δὲ περὶ ἀνδρείας διαπορηθέντων, ὡς πάντας[2] μᾶλλον ὁ Πλάτων ἢ τοὺς τυράννους ἀπέφαινεν ἀνδρείους, ἐκ δὲ τούτου τραπόμενος περὶ δικαιοσύνης ἐδίδασκεν ὡς μακάριος μὲν ὁ τῶν δικαίων, ἄθλιος δὲ ὁ τῶν ἀδίκων βίος,

[5.2] οὔτε τοὺς λόγους ἔφερεν ὁ τύραννος ὥσπερ ἐξελεγχόμενος, ἤχθετό τε τοῖς παροῦσι θαυμαστῶς ἀποδεχομένοις τὸν ἄνδρα καὶ κηλουμένοις ὑπὸ τῶν λεγομένων.

[5.3] τέλος δὲ θυμωθεὶς καὶ παροξυνθείς ἠρώτησεν αὐτόν ὅ τι δὴ βουλόμενος εἰς Σικελίαν παραγένοιτο.

[5.4] τοῦ δὲ φήσαντος ἀγαθὸν ἄνδρα ζητεῖν, ὑπολαβὼν ἐκεῖνος, “ἀλλὰ νὴ τοὺς θεοὺς,” εἶπε, “καὶ φαίνῃ μήπω τοιοῦτον εὑρηκώς.”

[5.5] οἱ μὲν οὖν περὶ τὸν Δίωνα τοῦτο τέλος ᾤοντο τῆς ὀργῆς γεγονέναι, καὶ τὸν Πλάτωνα σπεύδοντα συνεξέπεμπον ἐπὶ τριήρους, ἣ Πόλλιν ἐκόμιζεν εἰς τὴν Ἑλλάδα τὸν Σπαρτιάτην

[5.6] ὁ δὲ Διονύσιος κρύφα τοῦ Πόλλιδος ἐποιήσατο δέησιν μάλιστα μὲν ἀποκτεῖναι τὸν ἄνδρα κατὰ πλοῦν, εἰ δὲ μή, πάντως ἀποδόσθαι· βλαβήσεσθαι γὰρ οὐδέν, ἀλλʼ εὐδαιμονήσειν ὁμοίως, δίκαιον ὄντα, κἂν δοῦλος γένηται.

[5.7] διὸ καὶ λέγεται Πόλλις εἰς Αἴγιναν φέρων ἀποδόσθαι Πλάτωνα, πολέμου πρὸς Ἀθηναίους ὄντος αὐτοῖς καὶ ψηφίσματος ὅπως ὁ ληφθεὶς Ἀθηναίων ἐν Αἰγίνῃ πιπράσκηται.

[5.8] οὐ μὴν ὅ γε Δίων ἔλαττον εἶχε παρὰ τῷ Διονυσίῳ τιμῆς ἢ πίστεως, ἀλλὰ πρεσβείας τε τὰς μεγίστας διῴκει καὶ πεμπόμενος πρὸς Καρχηδονίους ἐθαυμάσθη διαφερόντως· καὶ τὴν παρρησίαν ἔφερεν αὐτοῦ μόνου σχεδόν ἀδεῶς λέγοντος τὸ παριστάμενον, ὡς καὶ τὴν περὶ Γέλωνος ἐπίπληξιν.

[5.9] χλευαζομένης γὰρ, ὡς ἔοικε, τῆς Γέλωνος ἀρχῆς, αὐτόν τε τὸν Γέλωνα τοῦ Διονυσίου γέλωτα τῆς Σικελίας γεγονέναι φήσαντος, οἱ μὲν ἄλλοι τὸ σκῶμμα προσεποιοῦντο θαυμάζειν, ὁ δὲ Δίων δυσχεράνας, “καὶ μὴν,” ἔφη, “σὺ τυραννεῖς διὰ Γέλωνα πιστευθείς· διὰ σὲ δὲ οὐδεὶς ἕτερος πιστευθήσεται.”

[5.10] τῷ γὰρ ὄντι φαίνεται κάλλιστον μὲν Γέλων ἐπιδειξάμενος θέαμα μοναρχουμένην πόλιν, αἴσχιστον δὲ Διονύσιος.