Pular para o conteúdo

Δίων

Plutarch · Capítulo 40

Capítulo 40

[40.1] Δίωνα δὲ Λεοντῖνοι λαμπραῖς ἐδέχοντο τιμαῖς, καὶ τοὺς ξένους ἀνελάμβανον μισθοῖς καὶ πολιτείαις πρὸς δὲ τοὺς Συρακουσίους ἐπρέσβευον ἀξιοῦντες τὰ δίκαια τοῖς ξένοις ποιεῖν.

[40.2] οἱ δὲ πρέσβεις ἔπεμψαν κατηγορήσοντας Δίωνος τῶν δὲ συμμάχων ἁπάντων εἰς Λεοντίνους ἁθροισθέντων καὶ γενομένων λόγων ἐν αὐτοῖς, ἔδοξαν ἀδικεῖν οἱ Συρακούσιοι·

[40.3] τοῖς δὲ κριθεῖσιν ὑπὸ τῶν συμμάχων οὐκ ἐνέμειναν τρυφῶντες ἤδη καὶ μεγαλοφρονοῦντες ἐπὶ τῷ μηδενὸς ἀκούειν, ἀλλὰ χρῆσθαι δουλεύουσι καὶ φοβουμένοις τὸν δῆμον στρατηγοῖς.