Capítulo 15
[15.1] γενομένου δὲ τούτου καὶ φανέντος ὠμοῦ τοῖς ἀνθρώποις, τὴν μὲν οἰκίαν τοῦ τυράννου πένθος εἶχε διὰ τὰς γυναῖκας, ἡ δὲ πόλις τῶν Συρακουσίων ἐπῆρτο πράγματα νεώτερα καὶ μεταβολὴν προσδεχομένη ταχεῖαν ἐκ τοῦ περὶ Δίωνα θορύβου καὶ τῆς πρὸς τὸν τύραννον ἀπιστίας τῶν ἄλλων.
[15.2] ἃ δὴ συνορῶν ὁ Διονύσιος καὶ δεδοικώς, τοὺς μὲν φίλους παρεμυθεῖτο καὶ τὰς γυναῖκας ὡς οὐ φυγῆς, ἀλλʼ ἀποδημίας τῷ Δίωνι γεγενημένης, ὡς μή τι χεῖρον ὀργῇ πρὸς τὴν αὐθάδειαν αὐτοῦ παρόντος ἁμαρτεῖν βιασθείη·
[15.3] δύο δὲ ναῦς παραδοὺς τοῖς Δίωνος οἰκείοις ἐκέλευσεν ἐνθεμένοις ὅσα βούλοιντο τῶν ἐκείνου χρήματα καὶ θεράποντας ἀπάγειν πρὸς αὐτὸν εἰς Πελοπόννησον.
[15.4] ἦν δʼ οὐσία μεγάλη τῷ Δίωνι καὶ σχεδόν τι τυραννικὴ πομπὴ καὶ κατασκευὴ περὶ τὴν δίαιταν, ἣν οἱ φίλοι συλλαβόντες ἐκόμιζον.
[15.5] ἄλλα δʼ ἐπέμπετο πολλὰ παρὰ τῶν γυναικῶν καὶ τῶν ἑταίρων, ὥστε χρημάτων ἕνεκα καὶ πλούτου λαμπρὸν ἐν τοῖς Ἕλλησιν εἶναι καὶ διαφανῆναι τῇ τοῦ φυγάδος εὐπορίᾳ τὴν τῆς τυραννίδος δύναμιν.