Pular para o conteúdo

Δημήτριος

Plutarch · Capítulo 51

Capítulo 51

[51.1] ὁ δὲ Δημήτριος ἐν τῇ τοιαύτῃ τύχῃ γεγονὼς ἐπέστειλε τοῖς περὶ τὸν υἱὸν καὶ τοῖς περὶ Ἀθήνας καὶ Κόρινθον ἡγεμόσι καὶ φίλοις[22] μήτε γράμμασιν αὐτοῦ μήτε σφραγῖδι πιστεύειν, ἀλλʼ ὥσπερ τεθνηκότος Ἀντιγόνῳ τὰς πόλεις καὶ τὰ λοιπὰ πράγματα διαφυλάττειν.

[51.2] Ἀντίγονος δὲ τὴν τοῦ πατρὸς σύλληψιν πυθόμενος καὶ βαρέως ἐνεγκὼν καὶ πενθίμην ἀναλαβὼν ἐσθῆτα πρός τε τοὺς ἄλλους βασιλεῖς ἔγραψε καὶ πρὸς αὐτὸν Σέλευκον, δεόμενος, καὶ πᾶν ὅ τι λοιπὸν ἦν αὐτοῖς παραδιδούς, καὶ πρὸ παντὸς ὁμηρεύειν ἕτοιμος ὢν αὐτὸς ὑπὲρ τοῦ πατρός. καὶ συνεδέοντο ταῦτα πόλεις τε πολλαὶ καὶ δυνάσται πλὴν Λυσιμάχου.

[51.3] Λυσίμαχος δὲ καὶ χρήματα πολλὰ πέμπων ὑπισχνεῖτο Σελεύκῳ κτείναντι Δημήτριον. ὁ δὲ ἐκεῖνον μὲν καὶ ἄλλως προβαλλόμενος ἔτι μᾶλλον ἐπὶ τούτῳ μιαρὸν ἡγεῖτο καὶ βάρβαρον, Ἀντιόχῳ δὲ τῷ παιδὶ καὶ Στρατονίκῃ φυλάττων Δημήτριον, ὡς ἐκείνων ἡ χάρις γένοιτο, παρῆγε τὸν χρόνον.