Capítulo 13
[13.1] ὃ δὲ μάλιστα τῶν τιμῶν ὑπερφυὲς ἦν καὶ ἀλλόκοτον, ἔγραψε Δρομοκλείδης ὁ Σφήττιος ὑπὲρ τῆς τῶν ἀσπίδων ἀναθέσεως εἰς Δελφοὺς παρὰ Δημητρίου λαβεῖν χρησμόν. αὐτὴν δὲ παραγράψω τὴν λέξιν ἐκ τοῦ ψηφίσματος οὕτως ἔχουσαν· “ἀγαθῇ τύχῃ.”
[13.2] “δεδόχθαι τῷ δήμῳ χειροτονῆσαι τὸν δῆμον ἕνα ἄνδρα ἐξ Ἀθηναίων, ὅστις ἀφικόμενος πρὸς τὸν Σωτῆρα καὶ καλλιερησάμενος ἐπερωτήσει τὸν Σωτῆρα πῶς ἂν εὐσεβέστατα καὶ κάλλιστα καὶ τὴν ταχίστην ὁ δῆμος τὴν ἀποκατάστασιν ποιήσαιτο τῶν ἀναθημάτων· ὅ τι δʼ ἂν χρήσῃ, ταῦτα πράττειν τὸν δῆμον.” οὕτω καταμωκώμενοι τοῦ ἀνθρώπου προσδιέφθειραν αὐτόν, οὐδὲ ἄλλως ὑγιαίνοντα τὴν διάνοιαν.