Pular para o conteúdo

Κράσσος

Plutarch · Capítulo 5

Capítulo 5

[5.1] ἐνταῦθα διατρίβοντι τῷ Κράσσῳ τὰ ἐπιτήδεια καθʼ ἡμέραν ἐφοίτα κομίζων ὁ ἄνθρωπος, αὐτὸς μὲν οὐχ ὁρῶν ἐκείνους οὐδὲ γινώσκων, ὑπʼ ἐκείνων δὲ καθορώμενος εἰδότων καί παραφυλαττόντων τὸν καιρόν. ἦν δʼ ἄφθονα καί πρὸς ἡδονήν, οὐ μόνον χρείαν, ποιούμενα τὰ πρὸς τὸ δεῖπνον.

[5.2] ἐγνώκει γὰρ ὁ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θεραπεύειν τὸν Κράσσον, ᾧ γε καί τὸ τῆς ὥρας ἐν νῷ λαβεῖν ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἴη καί τι καί ταῖς καθʼ ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγκαίως μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι, δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τήν θάλασσαν, ὡς δʼ ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τήν ἄνοδον ἐκέλευεν εἴσω πορεύεσθαι καί θαρρεῖν.

[5.3] οἱ δὲ περὶ τὸν Κράσσον ἰδόντες προσερχομένας ἔδεισαν μὴ καταφανὲς καὶ γνώριμον εἴη τὸ χωρίον ἀνέκρινον οὖν αὐτάς τί βούλονται καί τίνες εἰσίν. ὡς δʼ ἀπεκρίναντο δεδιδαγμέναι δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν ὁ Κράσσος τοῦ Οὐιβίου τήν πρὸς αὐτὸν παιδιὰν καί φιλοφροσύνην ἀνέλαβε τὰς παιδίσκας·

[5.4] καί συνῆσαν αὐτῷ τὸν λοιπὸν χρόνον, ὧν ἐδεῖτο φράζουσαι καί διαγγέλλουσαι πρὸς τὸν Οὐίβιον. τούτων φησὶ τήν ἑτέραν ἤδη πρεσβῦτιν οὖσαν ὁ Φαινεστέλλας ἰδεῖν αὐτός, καί πολλάκις ἀκοῦσαι μεμνημένης ταῦτα καί διεξιούσης προθύμως.