ὥς φησιν Ἐμπεδοκλῆς· οὐ γῆ θερμότητος μετεῖχεν, [926f] οὐχ ὕδωρ πνεύματος, οὐκ ἄνω τι τῶν βαρέων οὐ κάτω τι τῶν κούφων, ἀλλʼ ἄκρατοι καὶ ἄστοργοι καὶ μονάδες αἱ τῶν ὅλων ἀρχαί, μὴ προσιέμεναι σύγκρισιν ἑτέρου πρὸς ἕτερον μηδὲ κοινωνίαν, ἀλλὰ φεύγουσαι καὶ ἀποστρεφόμεναι καὶ φερόμεναι φορὰς ἰδίας καὶ αὐθάδεις οὕτως εἶχον, ὡς ἔχει πᾶν οὗ θεὸς ἄπεστι, κατὰ Πλάτωνα, τουτέστιν, ὡς ἔχει τὰ σώματα, νοῦ καὶ ψυχῆς ἀπολιπούσης· ἄχρι οὗ τὸ ἱμερτὸν ἧκεν ἐπὶ τὴν φύσιν ἐκ προνοίας, φιλότητος [927a] ἐγγενομένης καὶ Ἀφροδίτης καὶ Ἔρωτος, ὡς Ἐμπεδοκλῆς λέγει καὶ Παρμενίδης καὶ Ἡσίδος, ἵνα καὶ τόπους ἀμείψαντα καὶ δυνάμεις ἀπʼ ἀλλήλων μεταλαβόντα καὶ τὰ μὲν κινήσεως τὰ δὲ μονῆς ἀνάγκαις ἐνδεθέντα καὶ καταβιασθέντα πρὸς τὸ βέλτιον, ἐξ οὗ πέφυκεν, ἐνδοῦναι καὶ μεταστῆναι […] ἁρμονίαν καὶ κοινωνίαν ἀπεργάσηται τοῦ παντός.”