Pular para o conteúdo

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Plutarch · Parte 21

[21] [933f] εἰπόντος δὲ τοῦτο τοῦ Λευκίου, συνεξέδραμον ἅμα πως τῷ λόγῳ ὅ τε Φαρνάκης καὶ ὁ Ἀπολλωνίδης εἶτα, τοῦ Ἀπολλωνίδου παρέντος, ὁ Φαρνάκης εἶπεν, ὅτι τοῦτο καὶ μάλιστα τὴν σελήνην δείκνυσιν ἄστρον ἢ πῦρ οὖσαν· οὐ γάρ ἐστι παντελῶς ἄδηλος ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ διαφαίνει τινὰ χρόαν ἀνθρακώδη καὶ βλοσυράν, ἣτις ἴδιός ἐστιν αὐτῆς. ὁ δʼ Ἀπολλωνίδης ἐνέστη περὶ τῆς σκιᾶς ἀεὶ γὰρ οὕτως ὀνομάζειν τοὺς μαθηματικοὺς; τὸν ἀλαμπῆ τόπον σκιάν τε μὴ δέχεσθαι τὸν οὐρανόν. [934a] ἐγὼ δὲ “τοῦτο μὲν” ἔφην “πρὸς τοὔνομα μᾶλλον ἐριστικῶς ἢ πρὸς τὸ πρᾶγμα φυσικῶς καὶ μαθηματικῶς ἐνισταμένου· τὸν γὰρ ἀντιφραττόμενον ὑπὸ τῆς γῆς τόπον εἰ μὴ σκιάν τις ἐθέλοι καλεῖν ἀλλʼ ἀφεγγὲς χωρίον, ὅμως ἀναγκαῖον ἐν αὐτῷ τὴν σελήνην γενομένην […]. καὶ ὅλως” ἔφην “εὔηθές ἐστιν ἐκεῖ μὴ φάναι τῆς γῆς ἐξικνεῖσθαι τὴν σκιάν, ὅπου ἡ σκιὰ τῆς σελήνης ἐπιπίπτουσα τῇ ὄψει καὶ διήκουσα πρὸς τὴν γῆν ἔκλειψιν ἡλίου ποιεῖ. πρὸς; σὲ [934b] δέ, ὦ Φαρνάκη, τρέψομαι· τὸ γὰρ ἀνθρακῶδες ἐκεῖνο καὶ διακαὲς χρῶμα τῆς σελήνης, ὃ φῂς ἴδιον αὐτῆς εἶναι, σώματός ἐστι πυκνότητα καὶ βάθος ἔχοντος· οὐδὲν γὰρ ἐθέλει τοῖς ἀραιοῖς ὑπόλειμμα φλογὸς οὐδʼ ἴχνος ἐμμένειν οὐδʼ ἔστιν ἄνθρακος γένεσις, οὗ μὴ στερέμνιον σῶμα, δεξάμενον διὰ βάθους τὴν πύρωσιν καὶ σῷζον· ὥς που καὶ Ὅμηρος εἴρηκεν

αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλὸξ
ἀνθρακιὴν στορέσασα