οὐδὲν γὰρ αἱ μεγάλαι φύσεις μικρὸν ἐκφέρουσιν οὐδʼ ἀργεῖ διʼ ὀξύτητα τὸ σφοδρὸν. ἐν αὐταῖς καὶ δραστήριον, ἀλλʼ ἐν σάλῳ διαφέρονται, πρὶν εἰς τὸ μόνιμον καὶ καθεστηκὸς ἦθος ἐλθεῖν. ὥσπερ οὖν ὁ γεωργίας ἄπειρος οὐκ ἂν ἀσπάσαιτο χώραν ἰδὼν λόχμης ἔμπλεων δασείας καὶ φυτῶν ἀγρίων καὶ θηρία πολλὰ καὶ ῥεύματα καὶ πολὺν ἔχουσαν πηλόν, ἀλλὰ τῷ μεμαθηκότι διαισθάνεσθαι καὶ κρίνειν, αὐτὰ ταῦτα τὴν ἰσχὺν καὶ,πάνθʼ ὅσʼ[42] ὑποδείκνυσι καὶ τὴν μαλακότητα τῆς γῆς· οὕτως ἄτοπα πολλὰ καὶ φαῦλα [552d] προεξανθοῦσιν αἱ μεγάλαι φύσεις, ὧν ἡμεῖς μὲν εὐθὺς τὸ τραχὺ καὶ νύττον οὐ φέροντες ἀποκόπτειν οἰόμεθα δεῖν καὶ κολούειν· ὁ δὲ βελτίων κριτὴς καὶ ἀπὸ τούτων ἐνορῶν τὸ χρηστὸν καὶ γενναῖον, περιμένει λόγου καὶ ἀρετῆς συνεργὸν ἡλικίαν καὶ ὥραν, ᾗ τὸν οἰκεῖον ἡ φύσις καρπὸν ἀποδίδωσι.”