Pular para o conteúdo

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Plutarch · Parte 549

οὔτοι προσελθοῦσʼ ἡ Δίκη σε, μὴ τρέσῃς,[11]
παίσει πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν
τὸν ἄδικον, ἀλλὰ σῖγα[12] καὶ βραδεῖ ποδὶ [549b]
στείχουσα μάρψει τοὺς κακούς, ὅταν τύχῃ.

οὐ γὰρ ἄλλα δήπου, ταῦτα δʼ αὐτὰ τοὺς κακοὺς εἰκός ἐστιν ἑαυτοῖς διακελευομένους καὶ παρεγγυῶντας ἐπιχαίρειν τοῖς παρανομήμασιν, ὡς τῆς ἀδικίας τὸν μὲν καρπὸν εὐθὺς ὡραῖον καὶ προῦπτον ἀποδιδούσης, τὴν δὲ τιμωρίαν ὀψὲ καὶ πολὺ τῆς ἀπολαύσεως καθυστεροῦσαν.”