Pular para o conteúdo

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Plutarch · Parte 31

[31] πάντων δὲ πάσχειν ἔλεγεν οἰκτρότατα τὰς ἤδη δοκούσας ἀφεῖσθαι τῆς δίκης, εἶτʼ αὖθις συλλαμβανομένας· αὗται δʼ ἦσαν, ὧν εἴς τινας ἐκγόνους; ἢ παῖδας ἡ ποινὴ περιῆλθεν. ὁπότε γάρ τις ἐκείνων ἀφίκοιτο καὶ περιτύχοι, προσέπιπτεν ὀργῇ καὶ [567e] κατεβόα καὶ τὰ σημεῖα τῶν παθῶν ἐδείκνυεν, ὀνειδίζουσα καὶ διώκουσα[183] φεύγειν. καὶ ἀποκρύπτεσθαι βουλομένην οὐ δυναμένην δέ. ταχὺ γὰρ μετέθεον οἱ κολασταὶ πρὸς τὴν δίκην, καὶ ἐξ ἀρχῆς ἤπειγον[184] ὀλοφυρομένας τῷ προγιγνώσκειν τὴν τιμωρίαν. ἐνίαις[185] δὲ καὶ πολλὰς ἅμα τῶν ἐκγόνων ἔλεγε συνηρτῆσθαι, καθάπερ μελίττας ἢ νυκτερίδας ἀτεχνῶς[186] ἐχομένας καὶ τετριγυίας ὑπὸ μνήμης καὶ ὀργῆς ὧν ἔπαθον διʼ αὐτάς.