[11] ὥστʼ, εἰ μηδὲν ἔστι τῇ ψυχῇ μετὰ τὴν τελευτὴν ἀλλὰ καὶ χάριτος πέρας ἁπάσης καὶ τιμωρίας ὁ θάνατος, μᾶλλον ἄν τις εἴποι τοῖς ταχὺ κολαζομένοις τῶν πονηρῶν καὶ ἀποθνῄσκουσι μαλακῶς καὶ ῥαθύμως χρῆσθαι τὸ δαιμόνιον. καὶ γὰρ εἰ μηδὲν ἄλλο φαίη τις ἂν τῷ βίῳ καὶ τῷ χρόνῳ τῶν πονηρῶν ὑπάρχειν[69] κακόν, ἀλλʼ ἐξελεγχομένης που τῆς ἀδικίας, πράγματος ἀκάρπου καὶ ἀχαρίστου, καὶ χρηστὸν οὐδὲν οὐδʼ ἄξιον σπουδῆς ἀναφέροντος ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων, ἡ αἴσθησις αὐτῶν ἀνατρέπει τὴν ψυχήν. οἷον ἱστοροῦσι δήπου Λυσίμαχον ὑπὸ δίψης ἐκβιασθέντα καὶ παραδόντα τοῖς [555e] Γέταις τὸ σῶμα καὶ τὴν δύναμιν, ὡς ἔπιεν ὑποχείριος γενόμενος, εἰπεῖν “φεῦ τῆς ἐμῆς κακίας, ὃς διʼ ἡδονὴν οὕτω βραχεῖαν ἐστέρημαι βασιλείας τηλικαύτης.” καίτοι γε πρὸς φυσικὴν πάθους ἀνάγκην ἀντιβῆναι παγχάλεπόν ἐστιν· ὅταν δʼ ἄνθρωπος ἢ χρημάτων ἕνεκα πλεονεξίας ἢ φθόνῳ πολιτικῆς δόξης καὶ δυνάμεως ἢ διʼ ἡδονήν τινα συνουσίας ἄνομον ἔργον ἐργασάμενος καὶ δεινόν, εἶτα τοῦ πάθους [555f] ἀφιεὶς τὸ διψῶδες καὶ μανικὸν ἐν χρόνῳ καθορᾷ τὰ αἰσχρὰ καὶ φοβερὰ τῆς ἀδικίας πάθη παραμένοντα, χρήσιμον δὲ μηδὲν μηδʼ ἀναγκαῖον μηδʼ ὀνησιφόρον, ἆρʼ οὐκ εἰκὸς ἐμπίπτειν αὐτῷ πολλάκις λογισμόν, ὡς ὑπὸ κενῆς δόξης ἢ διʼ ἡδονὴν ἀνελεύθερον καὶ ἀχάριστον ἀνατρέψας τὰ κάλλιστα καὶ μέγιστα τῶν ἐν ἀνθρώποις δικαίων ἐμπέπληκεν αἰσχύνης καὶ ταραχῆς τὸν βίον; ὥσπερ γὰρ ὁ Σιμωνίδης ἔλεγε παίζων τὴν τοῦ ἀργυρίου κιβωτὸν εὑρίσκειν ἀεὶ πλήρη τὴν δὲ τῶν χαρίτων κενήν, οὕτως οἱ πονηροὶ τὴν κακίαν ἐν ἑαυτοῖς διορῶντες ἡδονῆς μὲν εὐθὺς κενὴν χάριν ἐχούσης καὶ ἐλπίδος χρηστῆς [556a] ἔρημον εὑρίσκουσι, φόβων δὲ καὶ λυπῶν καὶ μνήμης ἀτερποῦς καὶ πρὸς τὸ μέλλον μὲν ὑποψίας ἀπιστίας δὲ πρὸς τὸ παρὸν ἀεὶ γέμουσαν. ὥσπερ[70] ρ. μαλιμ ἅπερ γὰρ, σεδ ξφ. π. 463 δτῆς Ἰνοῦς ἐν τοῖς θεάτροις λεγούσης ἀκούομεν, ἐφʼ οἷς ἔδρασε μεταμελομένης
φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους
Ἀθάμαντος οἰκήσαιμι τῶν πεπραγμένων
δράσασα μηδέν;