Pular para o conteúdo

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Plutarch · Parte 10

[10] καίτοι τί κωλύει μηδὲ τοὺς ἐπὶ θανάτῳ καθειργνυμένους [554e] φάναι κολάζεσθαι, μέχρι οὗ τις ἀποκόψῃ τὸν τράχηλον, μηδὲ τὸν πεπωκότα τὸ κώνειον εἶτα περιιόντα καὶ προσμένοντα βάρος ἐγγενέσθαι τοῖς σκέλεσιν αὑτοῦ πρὶν ἢ τὴν συνάπτουσαν ἀναισθησίᾳ σβέσιν καὶ πῆξιν καταλαβεῖν, εἰ τὸν ἔσχατον τῆς τιμωρίας καιρὸν ἡγούμεθα τιμωρίαν τὰ δʼ ἐν [554f] μέσῳ παθήματα καὶ φόβους καὶ προσδοκίας καὶ μεταμελείας, οἷς ἀδικήσας ἕκαστος ἐνέχεται τῶν πονηρῶν, παραλείπομεν ὥσπερ ἰχθὺν καταπεπωκότα τὸ ἄγκιστρον οὐ φάσκοντες ἑαλωκέναι πρὶν ὑπὸ τῶν μαγείρων ὀπτώμενον ἴδωμεν ἢ κατατεμνόμενον; ἔχεται γὰρ ἕκαστος ἀδικήσας τῇ δίκῃ καὶ τὸ γλυκὺ τῆς ἀδικίας ὥσπερ δέλεαρ εὐθὺς ἐξεδήδοκε, τὸ δὲ συνειδὸς ἐγκείμενον ἔχων καὶ ἀποτῖνον[60] “ θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ. ”[61] ἡ γὰρ ἰταμότης ἐκείνη καὶ τὸ θρασὺ τῆς κακίας ἄχρι [555a] τῶν ἀδικημάτων ἰσχυρόν ἐστι καὶ πρόχειρον, εἶτα τοῦ πάθους ὥσπερ πνεύματος ὑπολείποντος, ἀσθενὲς καὶ ταπεινὸν ὑποπίπτει τοῖς φόβοις καὶ ταῖς δεισιδαιμονίαις· ὥστε πρὸς τὰ γιγνόμενα καὶ πρὸς τὴν ἀλήθειαν ἀποπλάττεσθαι τὸ τῆς Κλυταιμνήστρας ἐνύπνιον τὸν Στησίχορον, οὑτωσί πως λέγοντα

τᾷ δὲ[62] δράκων ἐδόκησεν[63] μολεῖν κάρα βεβροτωμένος ἄκρον,
ἐκ δʼ ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη.