Capítulo 49
[49.1] προαγαγὼν δὲ τὴν φάλαγγα καὶ καταστήσας ἐναντίαν τοῖς πολεμίοις ἐπεῖχε πολὺν χρόνον· ὑποψίαι γὰρ αὐτῷ καὶ μηνύσεις κατά τινων προσέπιπτον ἐπισκοποῦντι τὸ στράτευμα·
[49.2] καὶ τοὺς ἱππέας ἑώρα μάχης ἄρχειν οὐ πάνυ προθύμους ὄντας, ἀλλʼ ἀεὶ προσμένοντας τὸ τῶν πεζῶν ἔργον.
[49.3] εἶτʼ ἐξαίφνης ἀνὴρ πολεμικὸς καὶ τετιμημένος ἐπʼ ἀνδρείᾳ διαπρεπῶς παρὰ τὸν Βροῦτον αὑτὸν ἐξιππασάμενος μεταβάλλεται πρὸς τοὺς πολεμίους· Καμουλᾶτος δὲ ἐκαλεῖτο.
[49.4] τοῦτον ἰδὼν ὁ Βροῦτος ἤλγησεν ἰσχυρῶς· καὶ τὰ μὲν ὑπʼ ὀργῆς, τὰ δὲ φόβῳ μείζονος μεταβολῆς καὶ προδοσίας εὐθὺς ἐπὶ τοὺς ἐναντίους ἦγεν, εἰς ὥραν ἐνάτην τοῦ ἡλίου καταφερομένου.
[49.5] καὶ τῷ μὲν καθʼ αὑτὸν ἐκράτησε μέρει καὶ προῆλθεν ὑποχωροῦντι τῷ ἀριστερῷ τῶν πολεμίων ἐγκείμενος· καὶ συνεπέρρωσαν οἱ ἱππεῖς ἅμα τοῖς πεζοῖς ἐμβαλόντες τεταραγμένοις·
[49.6] τὸ δʼ ἕτερον κέρας, ὡς μὴ κυκλωθείη, τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων, διεσπᾶτο μέσον καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλʼ ἔφυγε πρῶτον.
[49.7] οἱ δὲ τοῦτο διακόψαντες εὐθὺς ἐκυκλοῦντο τὸν Βροῦτον, αὑτὸν μὲν ὅσα καὶ στρατηγικῆς καὶ στρατιωτικῆς ἀρετῆς ἔργα καὶ χειρὶ καὶ γνώμῃ παρὰ τὰ δεινὰ πρὸς τὸ νικᾶν ἀποδεικνύμενον, ᾧ δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον.
[49.8] τῶν μὲν γὰρ πολεμίων τὸ νικηθὲν εὐθὺς ἀπολώλει τότε· τῶν δὲ Κασσίου τραπέντων ὀλίγοι διεφθάρησαν, οἱ δὲ σῳζόμενοι τῷ προηττῆσθαι περιδεεῖς ὄντες ἀνέπλησαν ἀθυμίας καὶ ταραχῆς τὸ πλεῖστον τοῦ στρατεύματος,
[49.9] ἐνταῦθα καὶ Μᾶρκος ὁ Κάτωνος υἱός ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις; τῶν νέων μαχόμενος καὶ καταπονούμενος οὐκ ἔφυγεν οὐδʼεἶξεν,ἀλλὰ χρώμενός τε τῇ χειρὶ καὶ φράζων ὅστις εἴη, καὶ πατρόθεν ὀνομάζων, ἔπεσεν ἐπὶ πολλοῖς νεκροῖς τῶν πολεμίων.
[49.10] ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες.