Capítulo 39
[39.1] οἱμὲν οὖν περὶ Καίσαρα καθαρμὸν ἐν τῷ χάρακι ποιησάμενοι, μικρόν τι σίτου καί δραχμὰς κατʼ ἄνδρα πέντε διένειμαν εἷς θυσίαν,
[39.2] οἱ δὲ περὶ Βροῦτον καταγνόντες αὐτῶν τῆς ἀπορίας ἢ μικρολογίας, πρῶτον μὲν ἐν ὑπαίθρῳ τὸν στρατὸν, ὥσπερ ἔθος ἐστὶν, ἐκάθηραν, ἔπειθʼ ἱερείων πλήθη κατὰ λόχους καί δραχμὰς ἑκάστῳ πεντήκοντα διαδόντες, εὐνοίᾳ καί προθυμίᾳ τῆς δυνάμεωςπλέον εἶχον.
[39.3] οὐ μὴν ἀλλὰ σημεῖον ἐν τῷ καθαρμῷ μοχθηρὸν ἔδοξε Κασσίῳ γενέσθαι, τὸν γὰρ στέφανον αὐτῷ κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε.
[39.4] λέγεται δὲ καί πρότερον ἐν θέᾳ τινὶ καί πομπῇ χρυσῆν Κασσίου Νίκην διαφερομένηνπεσεῖν, ὀλισθόντος τοῦ φέροντος.
[39.5] ἔτι δʼ ὄρνεά τε σαρκοφάγα πολλὰ καθʼ ἡμέραν ἐπεφαίνετο τῷ στρατοπέδῳ, καί μελισσῶν ὤφθησαν ἑσμοὶ συνιστάμενοι περὶ τόπον τινὰ τοῦ χάρακος ἐντός,
[39.6] ὃν ἐξέκλεισαν οἱ μάντεις ἀφοσιούμενοι τὴν δεισιδαιμονίαν ἀτρέμα καί τόν Κάσσιον αὑτὸν ὑποφέρουσαν ἐκ τῶν Ἐπικούρου λόγων, τοὺς δὲ στρατιώτας παντάπασι δεδουλωμένην.
[39.7] ὅθεν οὐδʼ ἦν πρόθυμος διὰ μάχης ἐν τῷ παρόντι γενέσθαι τὴν κρίσιν, ἀλλὰ τρίβειν ἠξίου χρόνῳ τόν πόλεμον, ἐρρωμένους χρήμασιν, ὅπλων δὲ καί σωμάτων πλήθει λειπομένους.
[39.8] Βροῦτος δὲ καί πρότερον ἔσπευδε τῷ ταχίστῳ τῶν κινδύνων διακριθεὶς ἢ τῇ πατρίδι τὴν ἐλευθερίαν ἀναλαβεῖν ἢ πάντας ἀνθρώπους ἐνοχλουμένους δαπάναις καί στρατείαις καί προστάγμασιν ἀπαλλάξαι κακῶν, καί τότε τοὺς περὶ αὑτὸν ἱππεῖς ὁρῶν ἐν τοῖς προάγωσι καί ταῖς ἁψιμαχίαις εὐημεροῦντας καί κρατοῦντας ἐξῆρτο τὸ φρόνημα·
[39.9] καί τινες αὐτομολίαι γενόμεναι πρὸς τοὺς πολεμίους καί διαβολαὶ καθʼ ἑτέρων καί ὑπόνοιαι πολλοὺς τῶν Κασσίου φίλων μετέστησαν ἐν τῷ συνεδρίῳ πρὸς Βροῦτον.
[39.10] εἷς δὲ τῶν Βρούτου φίλων Ἀτίλλιος ἠναντιοῦτο, τόν γε χειμῶνα περιμεῖναι κελεύων. ἐρομένου δὲ τοῦ Βρούτου τινὶβελτίων ἔσεσθαι νομίζει μετʼ ἐνιαυτόν, “εἰ μηδὲν,” εἶπεν, “ἄλλο, πλείω βιώσομαι χρόνον.”
[39.11] πρὸς τοῦτο Κάσσιος ἐδυσχέρανε, καί τοῖς ἄλλοις προσέκρουσεν οὐ μετρίως ὁ Ἀτίλλιος. ἐδέδοκτο δὴ μάχεσθαι τῇ ὑστεραίᾳ.