Pular para o conteúdo

Γυναικῶν ἀρεταί

Plutarch · Parte 262

ἔτυχε δὲ κατʼ ἐκεῖνο καιροῦ τάφρον ἄγων [262b] ʼκύκλῳ περὶ τὴν χώραν ὁ Ἀριστόδημος, οὔτʼ ἀναγκαῖον ἔργον οὔτε χρήσιμον, ἄλλως δὲ τρίβειν καὶ ἀποκναίειν πόνοις καὶ ἀσχολίαις τοὺς πολίτας βουλόμενος ἦν γὰρ προστεταγμένον ἑκάστῳ μέτρων τινῶν ἀριθμὸν ἐκφέρειν τῆς γῆς. γυνὴ δέ τις[110] ὡς εἶδεν ἐπιόντα[111] τὸν Ἀριστόδημον, ἐξέκλινε καὶ παρεκαλύψατο τῷ χιτωνίσκῳ τὸ πρόσωπον. ἀπελθόντος οὖν τοῦ Ἀριστοδήμου, σκώπτοντες οἱ νεανίσκοι καὶ παίζοντες ἠρώτων ὅ τι δὴ μόνον ὑπʼ αἰδοῦς φύγοι τὸν Ἀριστόδημον, πρὸς δὲ τοὺς ἄλλους οὐδὲν πάθοι τοιοῦτον· ἡ δὲ καὶ μάλα μετὰ σπουδῆς ἀπεκρίνατο, “μόνος γάρ,” ἔφη, “Κυμαίων Ἀριστόδημος ἀνήρ ἐστι.”

τοῦτο γὰρ[112] λεχθὲν τὸ ῥῆμα πάντων μὲν ἥψατο, [262c] τοὺς δὲ γενναίους καὶ παρώξυνεν αἰσχύνῃ[113] τῆς ἐλευθερίας ἀντέχεσθαι. λέγεται δὲ καὶ Ξενοκρίτην ἀκούσασαν εἰπεῖν, ὡς ἐβούλετʼ ἂν καὶ αὐτὴ γῆν ὑπὲρ τοῦ πατρὸς φέρειν παρόντος ἢ τρυφῆς συμμετέχειν Ἀριστοδήμῳ καὶ δυνάμεως τοσαύτης. ἐπέρρωσεν οὖν ταῦτα τοὺς[114] συνισταμένους ἐπὶ τὸν Ἀριστόδημον, ὧν ἡγεῖτο Θυμοτέλης· καὶ τῆς Ξενοκρίτης εἰσόδου παρεχούσης αὐτοῖς ἄδειαν καὶ τὸν Ἀριστόδημον ἄνοπλον καὶ ἀφύλακτον, οὐ χαλεπῶς παρεισπεσόντες διαφθείρουσιν αὐτόν. οὕτω μὲν ἡ Κυμαίων πόλις ἠλευθερώθη δυοῖν ἀρετῇ γυναικῶν, τῆς μὲν ἐπίνοιαν αὐτοῖς καὶ ὁρμὴν ἐμβαλούσης τοῦ ἔργου, τῆς δὲ πρὸς τὸ τέλος συλλαβομένης.

τιμῶν δὲ καὶ δωρεῶν μεγάλων τῇ Ξενοκρίτῃ [262d] προτεινομένων ἐάσασα πάσας ἓν ᾐτήσατο, θάψαι τὸ σῶμα τοῦ Ἀριστοδήμου καὶ τοῦτʼ οὖν ἔδοσαν αὐτῇ καὶ Δήμητρος ἱέρειαν αὐτὴν εἵλοντο, οὐχ ἧττον οἰόμενοι τῇ θεῷ κεχαρισμένην ἢ πρέπουσαν ἐκείνῃ τιμὴν ἔσεσθαι.