Pular para o conteúdo

Γυναικῶν ἀρεταί

Plutarch · Parte 255

[255f] Νικοκράτης γὰρ ἐπαναστὰς Κυρηναίοις τύραννος ἄλλους τε πολλοὺς ἐφόνευε τῶν πολιτῶν καὶ τὸν ἱερέα τοῦ Ἀπόλλωνος αὐτόχειρ ἀνελὼν Μελάνιππον, ἔσχε[67] τὴν ἱερωσύνην ἀνεῖλε δὲ καὶ Φαίδιμον τὸν τῆς Ἀρεταφίλας ἄνδρα καὶ τὴν Ἀρεταφίλαν ἔγημεν ἄκουσαν. πρὸς δὲ μυρίοις ἄλλοις παρανομήμασι φύλακας ἐπὶ τῶν πυλῶν κατέστησεν, οἳ τοὺς ἐκφερομένους νεκροὺς ἐλυμαίνοντο νύττοντες ξιφιδίοις καὶ καυτήρια προσβάλλοντες ὑπὲρ τοῦ μηδένα τῶν πολιτῶν ὡς νεκρὸν λαθεῖν ἐκκομιζόμενον.