Pular para o conteúdo

Γυναικῶν ἀρεταί

Plutarch · Parte 253

τῆς δὲ νυκτὸς Ἑλλάνικος ἐδόκει κατὰ τοὺς ὕπνους τῶν τεθνηκότων υἱῶν τὸν ἕτερον λέγειν αὐτῷ παραστάντα, “τί πέπονθας, ὦ πάτερ, [253a] καθεύδων[44]; αὔριον δέ σε δεῖ τῆς πόλεως στρατηγεῖν.” οὗτός τε δὴ διὰ τὴν ὄψιν εὐθαρσὴς γεγενημένος παρεκάλει τοὺς ἑταίρους,[45] ὃ τ’ Ἀριστότιμος πυθόμενος Κρατερὸν αὐτῷ βοηθοῦντα μετὰ πολλῆς δυνάμεως ἐν Ὀλυμπίᾳ καταστρατοπεδεύειν, οὕτως ἐξεθάρσησεν, ὥστʼ ἄνευ δορυφόρων εἰς τὴν ἀγορὰν προελθεῖν μετὰ τοῦ Κύλωνος. ὡς οὖν συνεῖδε τὸν καιρὸν Ἑλλάνικος, ὃ μὲν ἦν σημεῖον αὐτῷ πρὸς τοὺς μέλλοντας ἐπιχειρεῖν συγκείμενον οὐκ ἔδωκε, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ ἅμα τὰς χεῖρας προτείνων [253b] ἀμφοτέρας, “τί μέλλετε,[46] ἄνδρες ἀγαθοί; καλὸν τὸ θέατρον ἐν μέσῳ τῆς πατρίδος ἐναγωνίσασθαι.” πρῶτος μὲν οὖν ὁ Κύλων σπασάμενος τὸ ξίφος παίει τινὰ τῶν ἑπομένων τῷ Ἀριστοτίμῳ Θρασυβούλου δὲ καὶ Λάμπιδος ἐξ ἐναντίας ἐπιφερομένων, ἔφθη μὲν ὁ Ἀριστότιμος εἰς τὸ τοῦ Διὸς ἱερὸν καταφυγών ἐκεῖ δʼ ἀποκτείναντες αὐτὸν καὶ τὸ σῶμα προβαλόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν. οὐ μὴν ἔφθησάν γε πολὺ[47] τὰς γυναῖκας· εὐθὺς γὰρ ἐξέδραμον μετὰ χαρᾶς καὶ ὀλολυγμοῦ, καὶ περιστᾶσαι τοὺς ἄνδρας ἀνέδουν καὶ κατέστεφον. εἶτα τοῦ πλήθους ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου ῥυέντος, ἡ μὲν γυνὴ συγκλείσασα [253c] τὸν θάλαμον αὑτὴν ἀνήρτησε. δύο δʼ ἦσαν αὐτῷ[48] θυγατέρες, παρθένοι μὲν ἔτι, κάλλισται δὲ τὴν ὄψιν, ἤδη γάμων ὥραν ἔχουσαι ταύτας συλλαβόντες εἷλκον ἔξω πάντως μὲν ἀνελεῖν, αἰκίσασθαι δὲ καὶ καθυβρίσαι πρότερον ἐγνωκότες. ἀπαντήσασα δʼ ἡ Μεγιστὼ μετὰ τῶν ἄλλων ἐβόα δεινὰ ποιεῖν αὐτούς, εἰ δῆμος ἀξιοῦντες εἶναι ταῦτα[49] τολμῶσι καὶ ἀσελγαίνουσι τοῖς τυράννοις ὅμοια. ἐντρεπομένων δὲ πολλῶν τὸ ἀξίωμα τῆς γυναικὸς παρρησιαζομένης καὶ δακρυούσης, ἔδοξεν ἀφελεῖν [253d] τὴν ὕβριν, αὐτὰς δʼ ἐᾶσαι διʼ αὑτῶν ἀποθανεῖν.

ὡς δʼ οὖν ἀναστρέψαντες ἔνδον ἐκέλευον εὐθὺς ἀποθνήσκειν τὰς παρθένους, ἡ πρεσβυτέρα Μυρὼ[50] λύσασα τὴν ζώνην καὶ βρόχον ἐνάψασα τὴν ἀδελφὴν κατησπάζετο καὶ παρεκάλει προσέχειν καὶ ποιεῖν ἅπερ ἂν αὐτὴν θεάσηται ποιοῦσαν, “ὅπως ἄν,” ἔφη, “μὴ ταπεινῶς μηδʼ ἀναξίως ἑαυτῶν καταστρέψωμεν.” τῆς δὲ νεωτέρας δεομένης αὐτῇ παρεῖναι προτέρᾳ ἀποθανεῖν καὶ τῆς ζώνης ἀντιλαμβανομένης, “οὐδὲν ἄλλο πώποτʼ,” εἶπεν, “οὐδὲ ἓν[51] ἤρνημαί σοι δεομένῃ καὶ ταύτην [253e] οὖν λαβὲ τὴν χάριν, ἐγὼ δʼ ὑπομενῶ καὶ τλήσομαι τοῦ θανάτου βαρύτερον, τὸ σέ, φιλτάτη, προτέραν ἰδεῖν ἀποθνήσκουσαν.” ἐκ τούτου τὴν μὲν ἀδελφὴν αὐτὴ διδάξασα τῷ τραχήλῳ περιβαλέσθαι τὸν βρόχον, ὡς ᾔσθετο τεθνηκυῖαν, καθεῖλε καὶ κατεκάλυψεν· αὐτὴ[52] δὲ τὴν Μεγιστὼ παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ μὴ περιιδεῖν αἰσχρῶς, ἐπειδὰν ἀποθάνῃ, τεθεῖσαν ὥστε μηδένα πικρὸν μηδὲ μισοτύραννον οὕτω γενέσθαι τῶν παρόντων, ὃς οὐκ ἔκλαυσεν οὐδὲ κατηλέησε τὴν τῶν παρθένων εὐγένειαν.

τῶν μὲν οὖν κοινῇ πεπραγμένων γυναιξὶ μυρίων ὄντων ἱκανὰ ταῦτα παραδείγματα· τὰς δὲ καθʼ [253f] ἑκάστην ἀρετάς, ὅπως ἂν ἐπίῃ, σποράδην ἀναγράψομεν, οὐδὲν οἰόμενοι τῆς κατὰ χρόνον τάξεως δεῖσθαι τὴν ὑποκειμένην ἱστορίαν.