Pular para o conteúdo

Γυναικῶν ἀρεταί

Plutarch · Parte 250

αἱ δὲ παρθένοι κατέβησαν μὲν ἐπὶ τὸν ποταμὸν ὡς λουσόμεναι μικρὸν ἀπωτέρω τοῦ στρατοπέδου· μιᾶς δʼ αὐτῶν ὄνομα Κλοιλίας προτρεψαμένης, ἀναδησάμεναι περὶ τὰς κεφαλὰς τοὺς χιτωνίσκους παρεβάλοντο[34] πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας [250d] νέουσαι καὶ[35] διεπέρασαν ἀλλήλων ἐχόμεναι πολυπόνως καὶ μόλις. εἰσὶ δʼ οἱ λέγοντες ἵππου τὴν Κλοιλίαν εὐπορήσασαν αὐτὴν μὲν ἐπιβῆναι καὶ διεξελαύνειν ἠρέμα, ταῖς δʼ ἄλλαις ὑφηγεῖσθαι παραθαρσύνουσαν νηχομένας καὶ παραβοηθοῦσαν. ᾧ δὲ τεκμηρίῳ χρῶνται, μετʼ ὀλίγον ἐροῦμεν.

ἐπεὶ δὲ σωθείσας εἶδον οἱ Ῥωμαῖοι, τὴν μὲν ἀρετὴν καὶ τὴν τόλμαν ἐθαύμασαν, τὴν δὲ κομιδὴν οὐκ ἠγάπησαν οὐδʼ ὑπέμειναν ἐν πίστει χείρονες ἑνὸς ἀνδρὸς γενέσθαι. πάλιν οὖν τὰς κόρας ἐκέλευσαν ἀπιέναι καὶ συνέπεμψαν αὐταῖς ἀγωγούς, οἷς διαβᾶσι τὸν ποταμὸν ἐνέδραν ὑφεὶς ὁ Ταρκύνιος ὀλίγον ἐδέησεν ἐγκρατὴς γενέσθαι τῶν παρθένων. ἡ μὲν οὖν τοῦ ὑπάτου Ποπλικόλα θυγάτηρ Οὐαλερία [250e] μετὰ τριῶν προεξέφυγεν οἰκετῶν εἰς τὸ τοῦ Πορσίνα στρατόπεδον, τὰς δʼ ἄλλας ὁ τοῦ Πορσίνα υἱὸς Ἄρρους ταχὺ προσβοηθήσας ἐξείλετο τῶν πολεμίων.

ἐπεὶ δʼ ἤχθησαν, ἰδὼν αὐτὰς ὁ Πορσίνας ἐκέλευσεν εἰπεῖν, ἥτις ἐστὶν ἡ προτρεψαμένη καὶ κατάρξασα τοῦ βουλεύματος. αἱ μὲν οὖν ἄλλαι φοβηθεῖσαι περὶ τῆς Κλοιλίας ἐσιώπησαν αὐτῆς δὲ τῆς Κλοιλίας εἰπούσης ἑαυτήν, ἀγασθεὶς ὁ Πορσίνας ἐκέλευσεν ἵππον ἀχθῆναι κεκοσμημένον εὐπρεπῶς, καὶ τῇ Κλοιλίᾳ δωρησάμενος ἀπέπεμψεν εὐμενῶς καὶ φιλανθρώπως πάσας. τοῦτο [250f] ποιοῦνται σημεῖον οἱ πολλοὶ τοῦ τὴν Κλοιλίαν ἵππῳ διεξελάσαι τὸν ποταμόν· οἱ δʼ οὔ φασιν, ἀλλὰ τὴν ῥώμην θαυμάσαντα καὶ τὴν τόλμαν αὐτῆς ὡς κρείττονα γυναικὸς ἀξιῶσαι δωρεᾶς ἀνδρὶ πολεμιστῇ πρεπούσης. ἀνέκειτο γοῦν ἔφιππος εἰκὼν γυναικὸς ἐπὶ τῆς ὁδοῦ τῆς ἱερᾶς λεγομένης, ἣν οἱ μὲν τῆς Κλοιλίας οἱ δὲ τῆς Οὐαλερίας λέγουσιν εἶναι.