Pular para o conteúdo

Ἀρταξέρξης

Plutarch · Capítulo 10

Capítulo 10

[10.1] φησὶν οὖν ὁ μὲν Δείνων ὅτι τοῦ Ἀρταγέρσου πεσόντος εἰσελάσας βιαίως ὁ Κῦρος εἰς τοὺς προτεταγμένους τοῦ βασιλέως κατέτρωσεν αὐτοῦ τὸν ἵππον, ὁ δὲ ἀπερρύη Τηριβάζου δὲ ἀναβαλόντος αὐτὸν ἐπʼ ἄλλον ἵππον ταχὺ καὶ εἰπόντος, “ὦ βασιλεῦ, μέμνησο τῆς ἡμέρας ταύτης· οὐ γὰρ ἀξία λήθης ἐστί,” πάλιν ὁ Κῦρος ἐνσείσας τῷ ἵππῳ κατέβαλε τὸν Ἀρτοξέρξην.

[10.2] πρὸς δὲ τὴν τρίτην ἐπέλασιν δυσανασχετήσας ὁ βασιλεὺς, καὶ εἰπὼν πρὸς τοὺς παρόντας ὡς βέλτιόν ἐστι μὴ ζῆν, ἀντεξήλαυνε τῷ Κύρῳ προπετῶς καὶ ἀπερισκέπτως εἰς ἐναντία βέλη φερομένῳ. καὶ βάλλει μὲν αὐτὸς ἀκοντίῳ, βάλλουσι δὲ οἱ.

[10.3] περὶ αὐτόν, πίπτει δὲ ὁ Κῦρος, ὡς μὲν ἔνιοι λέγουσι, πληγεὶς ὑπὸ τοῦ βασιλέως, ὡς δὲ ἕτεροί τινες, Καρὸς ἀνθρώπου πατάξαντος, ᾧ γέρας ἔδωκε τῆς πράξεως ταύτης ὁ βασιλεὺς ἀλεκτρυόνα χρυσοῦν ἐπὶ δόρατος ἀεὶ πρὸ τῆς τάξεως ἐν ταῖς στρατείαις κομίζειν· καὶ γὰρ αὐτοὺς τοὺς Κᾶρας ἀλεκτρυόνας οἱ Πέρσαι διὰ τοὺς λόφους, οἷς κοσμοῦσι τὰ κράνη, προσηγόρευον.