Pular para o conteúdo

Πρὸς Κωλώτην

Plutarch · Parte 10

[10] [1111f] “ὁ δὲ Κωλώτης, ὥσπερ ἀγραμμάτῳ βασιλεῖ προσδιαλεγόμενος πάλιν ἐξάπτεται τοῦ Ἐμπεδοκλέους ταὐτὸ πνέοντος·

ἄλλοδέ τοι ἐρέω· φύσις οὐδενὸς ἔστιν ἑκάστου
θνητῶν, οὐδέ τις· οὐλομένη θανάτοιο γενέθλη·
ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων
ἔστι, φύσις δʼ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισι.