Pular para o conteúdo

Αἰμίλιος Παῦλλος

Plutarch · Capítulo 25

Capítulo 25

[25.1] λέγεται δὲ καὶ τῆς ἐπὶ Σάγρᾳ ποταμῷ μάχης Ἰταλιωτῶν αὐθημερὸν ἐν Πελοποννήσῳ λόγον γενέσθαι, καὶ Πλαταιᾶσι τῆς ἐν Μυκάλῃ πρὸς Μήδους.

[25.2] ἣν δὲ Ῥωμαῖοι Ταρκυνίους μετὰ Λατίνων ἐπιστρατεύσαντας ἐνίκησαν, αὐτάγγελοι φράζοντες ὤφθησαν ἀπὸ τοῦ στρατοῦ μικρὸν ὕστερον ἄνδρες δύο καλοὶ καὶ μεγάλοι, τούτους εἴκασαν εἶναι Διοσκούρους.

[25.3] ὁ δʼ ἐντυχὼν πρῶτος αὐτοῖς κατʼ ἀγορὰν πρὸ τῆς κρήνης, ἀναψύχουσι τοὺς ἵππους ἱδρῶτι πολλῷ περιρρεομένους, ἐθαύμαζε τὸν περὶ τῆς νίκης λόγον.

[25.4] εἶθʼ οἱ μὲν ἐπιψαῦσαι λέγονται τῆς ὑπήνης αὐτοῦ τοῖν χεροῖν ἀτρέμα μειδιῶντες· ἡ δὲ εὐθὺς ἐκ μελαίνης τριχὸς εἰς πυρρὰν μεταβαλοῦσα τῷ μὲν λόγῳ πίστιν, τῷ δʼ ἀνδρὶ παρασχεῖν ἐπίκλησιν τὸν Ἀηνόβαρβον, ὅπερ ἐστὶ χαλκοπώγωνα.

[25.5] πᾶσι δὲ τούτοις τὸ καθʼ ἡμᾶς γενόμενον πίστιν παρέσχεν. ὅτε γὰρ Ἀντώνιος ἀπέστη Δομετιανοῦ καὶ πολὺς πόλεμος ἀπὸ Γερμανίας προσεδοκᾶτο, τῆς Ῥώμης ταραττομένης ἄφνω καὶ αὐτομάτως ὁ δῆμος ἐξ αὑτοῦ φήμην ἀνέδωκε νίκης, καὶ τὴν Ῥώμην ἐπέδραμε λόγος αὐτόν τε τὸν Ἀντώνιον ἀνῃρῆσθαι καὶ τοῦ σὺν αὐτῷ στρατεύματος ἡττημένου μηδὲν μέρος λελεῖφθαι. τοσαύτην δὲ λαμπρότητα καὶ ῥύμην ἡ πίστις ἔσχεν ὥστε καὶ θῦσαι τῶν ἐν τέλει πολλούς.

[25.6] ζητουμένου δὲ τοῦ πρώτου φράσαντος, ὡς οὐδεὶς ἦν, ἀλλʼ ο λόγος εἰς ἄλλον ἐξ ἄλλου διωκόμενος ἀνέφευγε, καὶ τέλος καταδὺς ὥσπερ εἰς πέλαγος ἀχανὲς τὸν ἄπειρον ὄχλον ἐφάνη μηδεμίαν ἀρχὴν ἔχων βέβαιον, αὕτη μὲν ἡ φήμη ταχὺ τῆς πόλεως ἐξερρύη, πορευομένῳ δὲ τῷ Δομετιανῷ μετὰ δυνάμεως ἐπὶ τὸν πόλεμον ἤδη καθʼ ὁδὸν ἀγγελία καὶ γράμματα φράζοντα τὴν νίκην ἀπήντησεν.

[25.7] ἡ δʼ αὐτοῦ[6] τοῦ κατορθώματος ἡμέρα καὶ τῆς φήμης ἐγίνετο, ἐπὶ πλέον ἢ δισμυρίους σταδίους τῶν τόπων διεστώτων. ταῦτα μὲν οὐδεὶς ἀγνοεῖ τῶν καθʼ ἡμᾶς.